11. Δύο πόνων ἅμα γιγνομένων μὴ κατὰ τὸν αὐτὸν τόπον ὁ
12. σφοδρότερος ἀμαυροῖ τὸν ἕτερον.
14. Εἰ μὲν ἀκριβῶς ἀκούει τις τὸν αὐτὸν τόπον, οὐδέποτε
15. δύο δύνανται πόνοι γίνεσθαι κατὰ τὸν αὐτόν. εἰ δ’ ἐν
16. πλάτει, δυνατόν. λέγω δ’ ἐν πλάτει περὶ μόριον μεῖζον,
17. οἷον ἢ περὶ βραχίονα ἢ πῆχυν ἢ μηρὸν ἢ κνήμην.
18. ἀλλ’ οὗτοί γε οἱ πόνοι συναύξουσιν ἀλλήλοις τὴν ἀνίαν τοῦ
1. μορίου, μηδ’ ἑτέρου τὸν κάμνοντα διαλανθάνοντος. εἰ δ’
2. ἐν διαφόροις τόποις εἶεν, ὁ μὲν εἰ τύχῃ κατὰ τὸν πῆχυν,
3. ὁ ἐν τῇ κνήμῃ. συμβαίνει τηνικαῦτα πρὸς τοῦ σφοδροτέρου
4. τὸν ἕτερον ἀμαυροῦσθαι, τῆς αἰσθητικῆς δυνάμεως
5. ὅλης ἐπὶ τὸ σφοδρότερον ἀπαγομένης τε καὶ περιελκομένης.
6. τοῦτο γὰρ ἡμῖν καὶ κατὰ τὰς λύπας εἴωθε συμβαίνειν, οὔσας
7. καὶ αὐτὰς οἷον ἀλγήματά τινα τῆς ψυχῆς ἄνευ τοῦ
8. σώματος. κατακρύπτουσι γὰρ οὖν ἐν αὐταῖς αἱ σφοδρότεραι
9. τὰς ἐλάσσους, ὅταν γε μὴ περὶ ἑνὸς γίνονται πράγματος·
10. εἰ δὲ μή γε, ἀλλήλας κἀκεῖναι συναύξουσιν.