2. Ἐν πάσῃ κινήσει τοῦ σώματος, ὅταν ἄρχηται πονέειν,
3. τὸ διαναπαύειν εὐθὺς ἄκοπον.
5. Τὸ πονεῖν σημαίνει μὲν καὶ τὸ ἀλγεῖν, σημαίνει δὲ καὶ
6. τὸ κάμνειν καὶ καθ’ ἑκάτερόν γε ὁ λόγος αὐτῶν ἀληθής
7. ἐστιν. ἐάν τε γὰρ ἀλγῶσιν ἤδη τὰ μόρια διὰ τὰς πλείονας
8. κινήσεις, ἐάν τε καὶ κάμνωσιν, ὡς ἐνεργεῖν ἔτι μόγις
9. δύνασθαι, τὸ διαναπαύειν εὐθύς ἐστιν ἄκοπον.