5. Κόποι αὐτόματοι φράζουσι νούσους.
7. Οὐ τῆς ἐκ τῶν κινήσεων ἀμετρίας ὄνομά ἐστιν ὁ κόπος,
8. ἀλλὰ τῆς ἐγγινομένης διαθέσεως ἐν τοῖς τῶν
9. ζώων σώμασιν· οὐ γινομένων γὰρ μνημονεύει κόπων, ἀλλὰ
10. τῶν αὐτομάτων· ὅταν οὖν ἄνευ κινήσεως τοιαύτη γένηται
11. διάθεσις, οὐ κόπος ἁπλῶς, ἀλλὰ κόπος αὐτόματος ὀνομάζεται.
12. τριῶν οὖν ὄντων κόπων, ὡς ἐν τοῖς ὑγιεινοῖς ἐδείξαμεν,
13. ἑλκώδους, τονώδους καὶ φλεγμονώδους τοῦ ἐκ τούτων
14. συντιθεμένου, ὁ μὲν πρῶτος αὐτῶν ἀπὸ κακοχυμίας, ὁ δὲ
15. δεύτερος ὑπὸ πλησμονῆς, ὁ δὲ τρίτος ὑπ’ ἀμφοτέρων ἅμα
16. συνελθόντων πέφυκε γίνεσθαι. ἐδείχθη γὰρ οὕτω καὶ περὶ
17. τούτων ἐν τῇ τῶν ὑγιεινῶν πραγματείᾳ. εἰκότως οὖν οἱ
18. αὐτόματοι κόποι νόσους ἀπαγγέλλουσιν.