9. Τὰ ἐκ πολλοῦ χρόνου συνήθεα, κἂν ᾖ χείρω τῶν
10. ἀσυνήθων, ἧσσον ἐνοχλεῖν εἴωθε. δεῖ οὖν καὶ εἰς τὰ
11. ἀσυνήθεα μεταβάλλειν.
13. Οὐ περὶ τῶν γυμνασιῶν ἐστι μόνον ὡς ὁ πρόσθεν,
14. ἀλλὰ περὶ πάντων ἁπλῶς ἀποφαίνεται τῶν συνήθων ὁ ἀφορισμὸς
15. οὗτος, ἐδεσμάτων, πομάτων, λουτρῶν, ἀλουσίας,
16. ἀγρυπνίας, ὕπνου, θάλψεως, ψύξεως, φροντίδων.
17. ἧττον γὰρ ἕκαστον αὐτῶν βλάπτει σύνηθες γινόμενον τοῦ
1. φύσει μὲν ἀβλαβεστέρου, μηδέποτε δὲ εἰς ἔθος ἀφιγμένον.
2. τὸ μὲν οὖν ἐπὶ τῶν γυμνασιῶν οὕτως ἔχειν εἰς τὴν εὐρωστίαν
3. τῶν ἐνεργούντων μορίων ἀναφέρεται, καθ’ ὅ τι προείρηται,
4. τὸ δ’ ἐπὶ τῶν ἄλλων ὅπως γίνεται νῦν ἐροῦμεν.
5. ἐδέσματα μὲν καὶ πόματα φύσιν ἐπίκτητον ἐργάζεται, μάλιστα
6. μὲν ἐν τῆ γαστρὶ, σὺν ἐκείνῃ δέ πως ἤδη καὶ κατὰ
7. τἄλλα μόρια. καὶ γὰρ εἰ καὶ ὅτι μάλιστα κρατοῖτο καὶ
8. μεταβάλλοιτο πρὸς τοῦ σώματος, ἀλλά τοι καὶ αὐτὰ διατίθησί
9. πως αὐτὸ, κατὰ τὴν ἑαυτῶν φύσιν, ὥστ’ ἐν τῷ χρόνῳ
10. πολλὴν γενέσθαι τὴν ἐναλλαγὴν καὶ τὴν ὁμοίωσιν τοῖς
11. τρεφομένοις συστῆναι πρὸς τὰ τρέφοντα. ἐπιδέδεικται γὰρ
12. τοῦτο ἡμῖν ἐν τῷ περὶ ἐθῶν βιβλίῳ. δέδεικται δὲ καὶ ὅτι
13. πρὸς τῶν ὁμοίων ἕκαστον θᾶττον ἀλλοιοῦται. διὰ τοῦτ’
14. οὖν, ὅταν ὁμοιότερον γένηται τῷ μεταβαλλομένῳ τὸ μεταβάλλον,
15. ἀλλοιοῖ θᾶττον αὐτό. καὶ μὲν δὴ καὶ πρὸς τῶν
16. ἄλλων ἁπάντων, οἷς ὁμιλεῖ τὸ σῶμα, διατίθεταί πως οἷον
17. ἐν ἀέρι ψυχρῷ καὶ θερμῷ, πυκνούμενον μὲν ὑπὸ τοῦ ψυχροῦ,
18. ἀραιούμενον δ’ ὑπὸ τοῦ θερμοῦ, καὶ διὰ τοῦτο ἀνέχονται
1. μὲν τῶν συνήθων μᾶλλον, ἐνοχλεῖται δ’ ὑπὸ τῶν
2. ἀήθων. εἰ γὰρ ἀραιῷ σώματι διὰ τὴν πρὸς τὸ θερμὸν
3. ὁμιλίαν ἐξαίφνης προσπέσοι τὸ ψυχρὸν, εἴς τε τὸ βάθος
4. αὐτοῦ διαδύεται παραχρῆμα καὶ βλάπτει μεγάλως. ἡ μὲν
5. οὖν αἰτία καθ’ ἕκαστον τῶν συνήθων ἐν τῷ περὶ ἔθους
6. λέγεται γράμματι. τὸ δ’ ἐκ τῆς πείρας ἐγνωσμένον ἤδη
7. γινώσκομεν, ὃ μόνον ἔγραψεν ὁ Ἱπποκράτης, οὐκ ἀξιώσας
8. προσγράψαι τὴν αἰτίαν. ἀλλ’ ἡμεῖς καὶ πρὸς τὴν αὐτῆς
9. εὕρεσιν ἀφορμάς τινας δεδώκαμεν. ταῦτα μὲν οὖν ἱκανὰ
10. πρός γε τὸ πρότερον μέρος τοῦ κατὰ τὸν ἀφορισμὸν λόγου.
11. τὸ δ’ ἐπὶ τῇ τελευτῇ γεγραμμένον, ἐν ᾧ συμβουλεύει μεταβάλλειν
12. πως εἰς τὰ μὴ συνήθη, χάριν ἀσφαλείας ὑγιεινῆς
13. εἴρηται. σφαλερὸν γάρ ἐστι πᾶν ἔθος μονοειδὲς, ἀδοκήτοις
14. τύχαις πραγμάτων ὑποπεπτωκοτῶν ἁπάντων ἀνθρώπων.
15. ἵν’ οὖν μή ποτ’ ἐξαίφνης περιπέσοντες ἀήθεσι
16. πράγμασι μεγάλως βλαβῶμεν, ἄμεινον εἶναί φησιν ἁπάντων
17. πεπειράσθαι. γένοιτο δ’ ἂν τοῦτο, μὴ μενόντων ἡμῶν
1. ἐπὶ τοῖς συνήθεσι διὰ παντὸς, ἀλλὰ ποτὲ μὲν καὶ τῶν ἐναντίων
2. ἀποπωρωμένων.