10. Πάντα κατὰ λόγον ποιέοντι, μὴ γινομένων τῶν κατὰ λόγον,
11. μὴ μεταβαίνειν ἐφ’ ἕτερον, μένοντος τοῦ δόξαντος ἔξ
12. ἀρχῆς.
14. Οὐ σμικρᾶς ἐπιστήμης ἔργον ἐστὶ τὸ μὴ μεταβαίνειν
15. ἀπὸ τῶν ὀρθῶς δοξάντων, εἰ καὶ μηδέπω φαίνηται σαφὴς
16. ἡ ὠφέλεια, τοῖς οὕτω γινομένοις ἑπομένη. καθάπερ
17. γὰρ ἐπὶ τοῦ πλήττοντος τὴν ὑποκειμένην πέτραν σταλαγμοῦ
1. παμπόλλῳ χρόνῳ μόγις αἰσθητὸν γίνεται τὸ τοῦ λίθου
2. πάθος, οὕτω συμβαίνει κἀπὶ τῶν δυσπέπτων διαθέσεων,
3. ἐφ’ ὧν ὁ κατὰ λόγον ὀρθὸν εὑρηκὼς τὸ συμφέρον οὐκ ἀφίσταται
4. τοῦ δόξαντος ἐξ ἀρχῆς, οὐδ’ ἄν μηδὲν φαίνηται
5. σαφὲς ἐπὶ τῇ χρήσει γεγενημένον.