8. Ὁκόσοι τὰς κοιλίας ὑγρὰς ἔχουσι, νέοι μὲν ὄντες βέλτιον
9. ἀπαλλάσσουσι τῶν τὰς ξηρὰς ἐχόντων, ἐς δὲ καὶ τὸ γῆρας
10. χεῖρον ἀπαλλάσσουσι. ξηραίνονται γὰρ ὡς ἐπὶ τὸ
11. πολὺ τοῖσιν ἀπογηράσκουσιν.
13. Καὶ σαφής ἐστιν ὁ ἀφορισμὸς καὶ ὅσα χρὴ λεχθῆναι
14. περὶ αὐτοῦ, πρόσθεν εἴρηται κατ’ ἐκεῖνον τὸν ἀφορισμὸν
15. οὖ ἡ ἀρχὴ, ὁκόσοισι νέοισιν ἐοῦσιν αἱ κοιλίαι ὑγραί εἰσι,
16. τουτέοισιν ἀπογηράσκουσι ξηραίνονται.