2. Μεγέθει δὲ σώματος ἐννεάσαι μὲν ἐλευθέριον καὶ οὐκ ἀηδές
3. ἐστιν. ἐγγηράσαι δὲ εἶ δύσχρηστον καὶ χεῖρον τῶν
4. ἐλασσόνων.
6. Μέγεθος σώματος κυρίως μὲν ὀνομάζεται τὸ κατὰ μῆκος
7. καὶ βάθος καὶ πλάτος ὑπὲρ τὸ σύμμετρον ηὐξημένον,
8. ἤδη δὲ καὶ τὸ κατὰ μῆκος μόνον ἐπὶ πλέον ηὐξημένων σῶμα
9. προσαγορεύομεν ἐνίοτε μέγα, καίτοι τό γε κύριον ὄνομα
10. τούτου τὸ μακρόν ἐστιν. ὀνομάζουσι γὰρ ἐνίοτε καὶ τὸ
11. κατὰ πλάτος τε καὶ βάθος, ὑπὲρ τὴν ἀναλογίαν ηὐξημένον
12. σῶμα μέγα, καίτοι καὶ τοῦτο παχὺ λέγεται κυρίως
13. ὀνομαζόμενον. εἰ μὲν οὖν μέγεθος σώματος εἴρηκεν ὁ Ἱπποκράτης
14. τὸ κυρίως λεγόμενον, οὐδὲν μᾶλλον τοῦ μικροτέρου
15. χεῖρον ἐν γήρᾳ, εἰ δὲ τὸ μακρὸν ἢ παχὺ δηλοῖ, χείρω
16. καὶ δυσχρηστότερα ταῦτα γερόντων γίνεται. ἀλλὰ τῷ γε
17. πάγει οὐδ’ ἐννεάσαι καλὸν οὐδ’ ἐλευθέριον. ἐπὶ τοίνυν
1. μόνου τοῦ μακροῦ τὸ ἐννεάσαι μὲν ἐλευθέριον, ἐγγηράσαι δὲ
2. δύσχρηστον ἀληθῶς λέγοιτο· κυφοῦται γὰρ τούτων γηρώντων
3. καὶ μόγις δύνανται βαστάζειν, ὅπερ εἶπεν ὁ Ἱπποκράτης
4. δύσφορον.