2. Ὁκόσοι πονέοντές τι τοῦ σώματος τὰ πολλὰ τῶν πόνων
3. μὴ αἰσθάνονται, τουτέοισι ἡ γνώμη νοσέει.
5. Πόνους εἴωθεν ὀνομάζειν ἐνίοτε τὰς διαθέσεις αὐτὰς,
6. ἐν αἷς ὀδυνώμεθα. κατὰ τοῦτο γοῦν ἔλεγεν ἐν ταῖς ἐπιδημίαις,
7. ἐν Κρανῶνι αἱ μὲν παλαιαὶ ὀδύναι ψυχραὶ, αἱ δέ
8. νεαραὶ θερμαί· οὐκ αὐτὰς δήπου τὰς ὀδύνας θερμὰς καὶ
9. ψυχρὰς ὀνομάζων, ἀλλὰ τὰς διαθέσεις ἐφ’ αἷς γίνονται. καὶ
10. νῦν οὖν ὡσαύτως εἴρηκε πόνους αὐτὰς τὰς διαθέσεις, ὅσαι
11. μετ’ ὀδύνης γίνεσθαι πεφύκασιν, ἐρυσίπελας δηλονότι καὶ
12. φλεγμονὴν καὶ τραῦμα καὶ θλάσμα καὶ ῥῆγμα καὶ σπάσμα
13. καὶ πᾶν εἴ τι τοιοῦτον. ὦν ἐάν τινος ὑπάρχοντος ὁ κάμνων
14. ἀναίσθητος ᾖ, τὴν γνώμην νοσέει, γνωμὴν δὲ λέγειν
15. ἢ διάνοιαν οὐδὲ εἰς τὰ παρόντα διοίσει.