2. Τὰ ἐν πολλῷ χρόνῳ λεπτυνόμενα σώματα νωθρῶς ἐπανατρέφειν
3. δεῖ, τὰ δ’ ἐν ὀλίγῳ ὀλίγως.
5. Τὰ μὲν γὰρ ἐν ὀλίγῳ χρόνῳ λεπτυνόμενα σώματα κενώσει
6. τῶν ὑγρῶν καὶ τῶν πνευμάτων, οὐ συντήξει τῶν στερεῶν
7. πέπονθε τοῦτο. τοῖς δ’ ἐν πλείονι χρόνῳ λεπτυνθεῖσιν
8. ἐκτήκονται μὲν αἱ σάρκες, ἰσχνὰ δὲ γίνονται καὶ τὰ
9. ἄλλα, δι’ ὦν ἥ τε πέψις τῶν ζώων ἐπιτελεῖται καὶ
10. ἡ ἀνάδοσις καὶ ἡ ἐξαιμάτωσις καὶ ἡ θρέψις, ὥστε οὐ
11. δυνήσεται τοσαύτην κατεργάσασθαι τροφὴν, ὅσης δεῖται τὸ
12. σῶμα. διὰ τοῦτ’ οὖν ἐν χρόνῳ πλείονι χρὴ τὰ τοιαῦτα
13. ἀνατρέφειν καὶ λεπτῶς, ὅπερ ὠνόμασε νωθρῶς. ἐφ’ ὦν δὲ
14. μόνα ἐκενώθη τὰ ὑγρὰ καὶ τὰ πνεύματα, ἐπὶ τούτων διὰ
15. ταχέων ἀνατρέφειν ἐγχωρεῖ καὶ ἄκρως, εὐθαῤῥοῦντας τῇ τῶν
16. στερεῶν εὐρωστίᾳ. τὸ δ’ ἐπὶ τῇ τελευτῇ τοῦ ἀφορισμοῦ
17. διχῶς γέγραπται καὶ σημαίνει ταυτὸν, ἄν τε ὀλίγῳ κατὰ δοτικὴν
1. πτῶσιν γεγραμμένον ᾖ, ἅν τ’ ἐπιῤῥηματικῶς, ὀλίγως
2. μετὰ τοῦ σ΄.