Galenus. In Hippocratis Aphorismos commentaria (In Hipp. Aphor. comm.) [n° 101 Fichtner] [GalLat]

Εἰς τοὺς ἀφορισμοὺς Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Aphorismes d’Hippocrate
Commentary on Hippocrates’ ‘Aphorisms’ (Hipp. Aph. comm.)
Savino, 2020.
Hippocratis Aphorismi et Galeni in eos commentarii, 1827, vol. 17b-18a, p. 345-887 1-195. urn:cts:greekLit:tlg0057.tlg092.verbatim-lat1
Savino, 2020 (ita).

Hippocratis Aphorismi et Galeni in eos commentarii, 2.8, ed. Kühn, 1827, vol. 17b, p. 462-464. urn:cts:greekLit:tlg0057.tlg092.1st1K-grc1:2.8


5. Ἤν ἐκ νούσου τροφὴν λαμβάνων τις μὴ ἰσχύῃ, σημαίνει
6. ὅτι πλείονι τροφῇ τὸ σῶμα χρέεται· ἢν δὲ τροφὴν μὴ
7. λαμβάνοντος τοῦτο γίνηται, χρὴ εἰδέναι ὅτι κενώσεως
8. δεῖται.

10. Διὰ βραχυλογίαν καὶ συνήθειάν τινα λέξεως, ὁποῖα καὶ
11. νῦν ἔτι παρ’ ἡμῖν ἐστιν ἐν πολλαῖς τῶν κατὰ τὴν Ἀσίαν
12. πόλεων, ἀσαφὴς ὁ ἀφορισμὸς ἐγένετο. λέγειν γὰρ ἡμῖν
13. ἔθος ἐστὶ μὴ λαμβάνειν μὲν τροφὴν τοὺς ἀνορέκτους, λαμβάνειν
14. δὲ τοὺς ὀρεγομένους τε καὶ τρεφομένους ἄχρι κόρου.
15. ὅσοι μὲν οὖν ὀρεγόμενοι καὶ τροφὴν δαψιλῆ προσφερόμενοι
16. τὴν ὑγιεινὴν ἰσχὺν ἀδυνατοῦσιν ἀνακτήσασθαι, βαρύνονται
1. μᾶλλον, οὐ τρέφονται πρὸς αὐτῆς. ὅσοι δ’ οὐδὲ
2. λαμβάνειν αὐτάρκως δύνανται, μοχθηροὺς ἔχουσι χυμοὺς,
3. οὓς εἰ μὴ κενωθεῖεν, ἀδύνατον αὐτοῖς ἐστι νῦν ὑγιεινὴν
4. ἰσχὺν ἀναλαβεῖν. ὁ δ’ Ἱπποκράτης οὐ νῦν μόνον, ἀλλὰ
5. κἀν τοῖς ἄλλοις αὐτοῦ συγγράμμασιν, ὅταν μὲν ἀναλόγως
6. ἀλλήλοις αὐξηθῶσιν οἱ χυμοὶ πάντες, αἵματος ἀφαιρέσει
7. ποιεῖται τὴν βοήθειαν· ὅταν δ’ εἷς τις ἐξ αὐτῶν πλεονάσῃ,
8. καθαρτικὸν ἐκείνῳ δίδωσι φάρμακον. ἅτε οὖν ταῦτα γινώσκων
9. τε καὶ πολλάκις ἐν τοῖς ἑαυτοῦ συγγράμμασιν εἰρηκὼς,
10. ὀρθῶς ἐπάγει τοὺς ἑξῆς ἀφορισμοὺς δύο, περὶ τῆς
11. αὐτῆς ἔτι διαθέσεως διδάσκων, περὶ ἧς καὶ κατὰ τὸν προκείμενον
12. ἀφορισμὸν ἐδίδαξεν εἰπών· ἢν δὲ μὴ λαμβάνοντος
13. τοῦτο γίγνηται, εἰδέναι ὅτι κενώσεως δεῖται· καὶ τήν γε
14. τάξιν τῶν ἐφεξῆς δυοῖν ἀφορισμῶν πεπλημμελῆσθαι νομίζω
15. κατὰ τὰ πλεῖστα τῶν ἄλλων ἀντιγράφων. καὶ κάλλιον ἐν
16. ἐκείνοις γέγραπται, καθ’ ἃ ὁ πρότερος ἀφορισμὸς ἐξ αὐτῶν
17. γέγραπται οὕτω. τὰ μὴ καθαρὰ σώματα ὁκόσῳ ἂν
18. θρέψῃς, μᾶλλον βλάψεις, ἵν’ οὖν ὁ πᾶς λόγος ᾖ τοιοῦτος,
1. ἢν δὲ μὴ λαμβάνοντος τοῦτο γίνηται, σημαίνει ὅτι κενώσεως
2. δεῖται. τὰ γὰρ μὴ καθαρὰ σώματα, ὁκόσῳ ἂν θρέψῃς,
3. μᾶλλον βλάψεις. ἀλλ’ ἡμεῖς τῇ κατὰ τὰ πλεῖστα τῶν
4. ἀντιγράφων ἑπόμενοι τάξει τὴν ἐξήγησιν αὐτῶν οὕτω
5. ποιησόμεθα.

Cliquer un n° de page pour en afficher l’image