8. Τὰ σώματα χρὴ ὅκου ἄν τις βούληται καθαίρειν, εὔροα
9. ποιέειν.
11. Οἱ μὲν οὖν πολλοὶ βούλονται εὔροα γίγνεσθαι τὰ σώματα
12. τῶν μὲν ἐμετηρίων φαρμάκων μελλόντων κενοῦσθαι
13. διὰ τοῦ τῶν ἐμετηρίων ἐρεθισμοῦ, τῶν δ’ ὑπηλάτων διὰ
14. τοῦ συνεχῶς ὑπάγεσθαι τὴν γαστέρα. καὶ διὰ τοῦτο τὴν
15. διάθεσιν πᾶσαν ἑκατέροις τοῖς μὲν εἰς ὑπαγωγὴν
16. γαστρὸς ἐπιτήδειον παρασκευάζουσι, τοῖς δὲ εἰς ἐμέτους.
17. ἐγὼ δ’ ἡγοῦμαι τὸν Ἱπποκράτην διδάσκειν ἡμᾶς νῦν οὐ
1. τουτὶ τὸ σμικρὸν, ἀλλά τι μεῖζον ἕτερον, ὃ διὰ μακρᾶς πείρας
2. ἡμεῖς ἐδιδάξαμεν οὕτως ἔχον. εἰ γάρ τις λεπτύνοι
3. καὶ τέμνοι τοῦτο, παχεῖς καὶ γλίσχρους χυμοὺς ἐν τῷ σώματι
4. καὶ τοὺς πόρους, δι’ ὧν οὗτοι μεταλαμβάνονταί τε
5. καὶ ἕλκονται πρὸς τῶν καθαρτικῶν φαρμάκων, ἀναστομώσειεν,
6. ἡ κάθαρσις ἀρίστη γίνεται κατὰ πάντα. τοῖς δὲ
7. τούτων μὲν ἀμελήσασιν, ἐμέτων δὲ καὶ γαστρὸς ὑπαγωγῆς
8. προνοήσασιν αἱ καθάρσεις δυσχερῶς ἀπαντῶσι μετὰ στρόφων
9. ἐνίοτε καί τινων ἰλίγγων, ἄσης τέ τινος πολλῆς καὶ
10. κακοσφυξίας, ἐκλύσεώς τε καὶ δυσκολίας. ἀλλ’ ἡμεῖς γε τῆ
11. λεπτυνούσῃ χρώμεθα ἀγωγῇ, περὶ ἧς ὅλον ἕν ἐστιν ὑπόμνημα
12. γεγραμμένον ἡμῖν καὶ οὐδὲν οὔτε τούτων εἴωθε συμβαίνειν
13. αἵ τε κενώσεις ἁπάντων τῶν παρὰ φύσιν ἀλυπόταται
14. καὶ τάχισται γίνονται. διὰ τοῦτο τὸν Ἱπποκράτην
15. φαμὲν τῷ λόγῳ προστεθεικέναι τὸ, ὅκου τις ἂν βούληται
16. καθαίρειν, τὰ σώματα εὔροα ποιέειν, ὡσεὶ καὶ οὕτως εἶπεν,
17. εἴτε καὶ δι’ ἐμέτων εἴτε καὶ δι’ ὑπαγωγῆς γαστρὸς ἐθέλοις
18. καθαίρειν, εὔρουν ὅλον ἐργασάμενος τὸ σῶμα, κάλλιστα ἂν
1. οὕτω καθάρῃς· εὔρουν δ’, ὡς εἴπομεν, ἔσται, τῶν μὲν πόρων
2. ἁπάντων ἀναστομωθέντων, τῶν δ’ ὑγρῶν τμηθέντων
3. καὶ λεπτυνθέντων, εἴ πού τι παχὺ καὶ γλίσχρον ὑγρὸν ᾒ
4. κατὰ τὸ σῶμα.