Galenus. In Hippocratis Aphorismos commentaria (In Hipp. Aphor. comm.) [n° 101 Fichtner] [GalLat]

Εἰς τοὺς ἀφορισμοὺς Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Aphorismes d’Hippocrate
Commentary on Hippocrates’ ‘Aphorisms’ (Hipp. Aph. comm.)
Savino, 2020.
Hippocratis Aphorismi et Galeni in eos commentarii, 1827, vol. 17b-18a, p. 345-887 1-195. urn:cts:greekLit:tlg0057.tlg092.verbatim-lat1
Savino, 2020 (ita).

Hippocratis Aphorismi et Galeni in eos commentarii, 3.1, ed. Kühn, 1827, vol. 17b, p. 562-565. urn:cts:greekLit:tlg0057.tlg092.1st1K-grc1:3.1


13. Αἱ μεταβολαὶ τῶν ὡρέων μάλιστα τίκτουσι νοσήματα καὶ
14. ἐν τῇσιν ὥρῃσιν αἱ μεγάλαι μεταβολαὶ ἢ ψύξιος ἢ θάλψιος
15. καὶ τἄλλα κατὰ λόγον οὕτως.

1. Μεταβολὰς ὡρῶν ἔνιοι νομίζουσι λέγεσθαι καθ’ ἃς εἰς
2. ἀλλήλας μεταβάλλουσιν, ὡς εἰ καὶ διαδοχὰς τὰς μεταβολὰς
3. εἰρήκει. χειμῶνος μὲν γὰρ εἰς ἔαρ μεταβάλλοντος ἡ γένεσίς
4. ἐστι τῶν εἰρημένων νοσημάτων, ὑπὲρ ὧν αὐτὸς ἐφεξῆς
5. ἐρεῖ. τοῦ μὲν γὰρ ἦρος τὰ πανικὰ καὶ τὰ μελαγχολικὰ καὶ
6. τὰ ἐπιληπτικά. τοῦ δ’ ἦρος πάλιν εἰς θέρος μεταβάλλοντος,
7. ὅπερ ἐστὶν ἀρχομένου θέρους, πυρετοὶ συνεχεῖς, φησὶ,
8. καὶ τριταῖοι καὶ καῦσοι καί τἄλλα ὅσα τούτοις ἐφεξῆς
9. κατέλεξε. καὶ περὶ φθινοπώρου δὲ καὶ χειμῶνος ὁμοίως
10. ἔγραψεν, ὥς φασιν οἱ τὰς μεταβολὰς ἐν ἴσῳ τῷ διαδοχὰς
11. ἡγούμενοι λέγεσθαι. ἀλλὰ τὸ μάλιστα προκείμενον ἐν τῇ
12. λέξει τοῦ ἀφορισμοῦ τὴν ἐξήγησιν ταύτην οὐ προσίεται.
13. μεταβαλλουσῶν γὰρ ἐνίοτε εἰς ἀλλήλας τῶν ὡρῶν, ὥσπερ
14. ἔνια συνίσταται νοσήματα, κατὰ τὸν αὐτὸν τρόπον καὶ λύεται.
15. καὶ τοῦτο αὐτὸς εἴρηκεν ὁ Ἱπποκράτης· ὥστε οὐδὲν
16. μᾶλλον αἱ διαδοχαὶ τῶν ὡρῶν τίκτουσι νοσήματα, ἀλλὰ καὶ
17. τὸ μάλιστα προσέθηκεν. ἄμεινον τοίνυν ἐστὶ διὰ τὴν προσθήκην
1. τήν τε μεταβολὰς ἀκούειν τὰς κατὰ τὴν κρᾶσιν
2. αὐτῶν ἀλλοιώσεις. αὗται γάρ εἰσιν αἱ μάλιστα τίκτουσαι
3. νόσους, ὅταν ἐφεξῆς ἀλλοιώσεις ὦσι πλείους, ὡς ἐν ταῖς ἐπιδημίαις
4. ἔγραψε καὶ νῦν δ’ ὀλίγον ὕστερον ἐρεῖ. ἡ δὲ μιᾶς
5. ὥρας ἀλλοίωσις μόνης ἐργάζεται μὲν νόσους τινὰς,
6. ἀλλ’ οὐ μάλιστα. πότ’ οὖν μάλιστα νόσοι γίνονται κατὰ
7. μίαν ὥραν ἀλλοιωθεῖσαν; ὅταν συμβῇ μεγάλην ἔσεσθαι τὴν
8. μεταβολήν καὶ διὰ τοῦτ’ αὐτὸς εἶπεν ὁ Ἱπποκράτης· καὶ
9. ἐν τῇσιν ὥρῃσιν αἱ μεγάλαι μεταβολαὶ ἢ ψύξιος ἢ θάλψιος
10. ἤ τινος τῶν ἄλλων, οἶον ὑγρότητος ἢ ξηρότητος ἢ πνευμάτων
11. ἢ ἀπνοιῶν. αὕτη μὲν οὖν ἡ ἐξήγησις ὀρθῶς εἴρηται
12. τῆς προκειμένης γραφῆς. ἔστι δέ τις καὶ ἄλλη γραφὴ
13. τοιάδε· αἱ μεταβολαὶ τῶν ὡρέων τίκτουσι νοσήματα μέγιστα.
14. μάλιστα δὲ καὶ ἐν τῇσιν ὥρῃσιν αἱ μεγάλαι μεταβολαί.
15. καθ’ ἣν οὐδέν ἐστιν ἀσαφὲς καὶ μάλιστα τοῖς ἀκηκοόσιν
16. ὦν ἄρτι πέπαυμαι λέγων. εἰσὶ δὲ καὶ ἄλλαι τινὲς
1. γραφαὶ τῆς αὐτῆς ῥήσεως, ἃς καὶ νοήσεις καὶ δοκιμάσεις,
2. ἐξ ὧν εἶπον ὁρμώμενος.

Cliquer un n° de page pour en afficher l’image