5. Τὸ φθινόπωρον τοῖσι φθίνουσι κακόν.
7. Ἐμέμφετο μὲν καὶ ἄλλως τὸ φθινόπωρον ἐν τῷ πρόσθεν
8. ἀφορισμῷ, νυνὶ δ’ ὡς ἐξαιρέτως αὐτοὺς βλάπτον τοὺς
9. φθίνοντας αὖθις μέμφεται. πότερον δὲ τοὺς φθόην νοσοῦντας
10. μόνους ὀνομάζει φθίνοντας, οἷς ἥλκωται δηλονότι
11. ὁ πνεύμων, ἢ πάντας τοὺς ὁπωσοῦν συντηκομένους, οὐχ
12. οἷόν τε ἀμφιβάλλειν. ὅτι δ’ ἀμφοτέροις κακὸν τὸ φθινόπωρον
13. εὔδηλον, ἐπειδὴ ξηρόν τέ ἐστι ἅμα καὶ ψυχρὸν καὶ
14. ἀνώμαλον.