Galenus. In Hippocratis Aphorismos commentaria (In Hipp. Aphor. comm.) [n° 101 Fichtner] [GalLat]

Εἰς τοὺς ἀφορισμοὺς Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Aphorismes d’Hippocrate
Commentary on Hippocrates’ ‘Aphorisms’ (Hipp. Aph. comm.)
Savino, 2020.
Hippocratis Aphorismi et Galeni in eos commentarii, 1827, vol. 17b-18a, p. 345-887 1-195. urn:cts:greekLit:tlg0057.tlg092.verbatim-lat1
Savino, 2020 (ita).

Hippocratis Aphorismi et Galeni in eos commentarii, 3.11, ed. Kühn, 1827, vol. 17b, p. 577-584. urn:cts:greekLit:tlg0057.tlg092.1st1K-grc1:3.11


17. Περὶ δὲ τῶν ὡρέων, ἢν μὲν ὁ χειμὼν αὐχμηρὸς καὶ βόρειος
18. γένηται, τὸ δὲ ἔαρ ἔπομβρον καὶ νότιον, ἀνάγκη τοῦ
1. θέρεος πυρετοὺς ὀξέας καὶ ὀφθαλμίας καὶ δυσεντερίας
2. γίνεσθαι, μάλιστα δὲ τῇσι γυναιξὶ καὶ ἀνδράσι τοῖσιν
3. ὑγρὰς ἔχουσι τὰς φύσιας.

5. Περὶ τῆς ἐν ταῖς ὥραις ἀλλοιώσεως ἐν τούτοις διδάσκει,
6. τὴν ἀρχὴν ἀπὸ χειμῶνος αὐχμηροῦ καὶ βορείου ποιησάμενος,
7. ἦρος δ’ ἐπόμβρου καὶ νοτίου. μικραὶ μὲν οὖν αἱ
8. τοιαῦται μεταβολαὶ, παρὰ φύσιν δ’ ὅμως εἰσί· διὸ καὶ εἰς
9. τὸ θέρος ἔσεσθαί φησι νοσήματα, πυρετοὺς ὀξεῖς καὶ ὀφθαλμίας
10. καὶ δυσεντερίας. τὴν δ’ αἰτίαν τοῦ πλεονάζειν ἐπὶ τῇ
11. προειρημένῃ καταστάσει τοιαῦτα νοσήματα διῆλθεν αὐτὸς
12. ἐν τῷ περὶ ὑδάτων τόπων καὶ ἀέρων. ἔχει δ’ ἡ ῥῆσις
13. ὧδε· ἢν δὲ ὁ μὲν χειμὼν αὐχμηρὸς καὶ βόρειος γένηται,
14. τὸ δ’ ἔαρ ἔπομβρον καὶ νότιον, ἀνάγκη τὸ θέρος πυρετῶδες
15. εἶναι καὶ ὀφθαλμίας ἐγγίνεσθαι. ὅταν γὰρ τοῦ θέρους
16. ἐπιγίνεται, πνῖγος ἐξαίφνης τῆς τε γῆς ὑγρᾶς οὔσης ὑπὸ
17. τῶν ὀμβρίων τῶν ἠρινῶν καὶ ὑπὸ τοῦ νότου, ἀνάγκη διπλοῦν
18. τὸ καῦμα εἶναι, ἀπό τε τῆς γῆς διαβρόχου οὔσης
1. καὶ θερμῆς καὶ ὑπὸ τοῦ ἡλίου καίοντος, τῶν τε κοιλιῶν
2. μὴ συνεστηκυιῶν τοῖς ἀνθρώποις, μήτε τοῦ ἐγκεφάλου
3. ἀνεξηραμμένου. οὐ γὰρ οἷόν τε τοῦ ἦρος τοιούτου
4. ἐόντος μὴ συντήκεσθαι τὸ σῶμα καὶ τὴν σάρκα, ὥστε τοὺς
5. πυρετοὺς συνεμπίπτειν ὀξυτάτους τοῖσιν ἅπασι, μάλιστα δὲ
6. τοῖσι φλεγματίαισι. τὰς δὲ δυσεντερίας εἰκὸς γενέσθαι τῇσι
7. γυναιξὶ καὶ τοῖσιν ἀνδράσι τοῖσιν ὑγροτέροισιν. ταῦτα
8. μὲν οὖν ὁ Ἱπποκράτης εἴρηκεν ἐν τῷ περὶ ὑδάτων καὶ τόπων
9. καὶ ἀέρων. ἡμεῖς δὲ ἐπὶ πλέον ἐξειργασάμεθα τὸν λόγον
10. αὐτοῦ καὶ πρῶτόν γε διὰ τί μήτ’ ἐν αὐτῷ τῷ χειμῶνι
11. μήτ’ ἐν τῷ ἦρι κατὰ τὴν τοιαύτην κατάστασιν ἐπιδημεῖν
12. φησι νοσήματα. καίτοι γε ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν
13. κατ’ αὐτὴν τὴν βεβλαμμένην ὥραν, ἐν Κρανῶνι λέγων γενέσθαι
14. τοὺς ἄνθρακας. ἔχει δ’ ἡ ῥῆσις οὕτως· ἄνθρακες ἐν
15. Κρανῶνι θερινοὶ, ὗεν ἐν καύμασιν ὕδατι λάβρῳ δι’ ὅλου.
16. ἐγίνοντο δὲ μᾶλλον νότῳ. δῆλον τοίνυν ἐξ ὧν εἶπε καὶ ἡ
17. αἰτία τοῦ κατὰ τὸ θέρος ἐν Κρανῶνι γενέσθαι τοὺς ἄνθρακας·
18. οὐ γὰρ ἐπὶ βραχὺ μετέστη τῆς κατὰ φύσιν κράσεως,
1. ἀλλ’ εἰς τοιαύτην κατάστασιν ἧκον, ἐν ᾗ σήπεται ῥᾳδίως,
2. ὅσα σήπεσθαι φύσιν ἔχει· ἱκαναὶ μὲν γὰρ ὑγρότητες
3. ἄμετροι γενηθεῖσαι σήπειν, ὥσπερ αὐτὸς ἐρεῖ. νοσήματα
4. δὲ ἐν μὲν ταῖς ἐπομβρίαις ὡς τὰ πολλὰ γίνεται πυρετοί γε
5. μακροὶ καὶ κοιλίης ῥύσιες καὶ σηπεδόνες, ἔτι δὲ μᾶλλον
6. αὐτῶν αἱ θερμότητες. ἐς ταυτὸν δ’ ἀμφοῖν ἀφικομένων
7. οὕτως ἰσχυρῶν τε καὶ ἀμέτρων ὡς ἐν Κρανῶνι. δευτέραν
8. ὥραν οὐκ ἀναμένει τὸ σῶμα, φθάνον ἐν αὐτῇ τῇ πρώτῃ
9. μέγιστα βλάπτεσθαι. κατὰ δὲ τὸν αὐχμηρὸν καί βόρειον
10. χειμῶνα λυπηθείη μὲν ἄν τι τὰ σώματα τοιοῦτον, οἷον
11. αὐτὸς εἶπε· ἢν δὲ βόρειον ᾖ, βῆχες, φάρυγγες, κοιλίαι σκληραὶ,
12. δυσουρίαι φρικώδεες, ὀδύναι πλευρῶν, στηθέων· οὐ μὴν
13. ἀξιόλογόν γε τὸ νόσημα συστήσεται. πρὸς γὰρ τοῖς ἄλλοις
14. καὶ αἱ ξηρότεραι τῶν καταστάσεων ὑγιεινότεραι. τὸ γὰρ
15. ὅλον, φησὶν, οἱ αὐχμοὶ τῶν ἐπομβρίων εἰσὶν ὑγιεινότεροι
16. καὶ ἧττον θανατώδεες. ὁ δὲ χειμὼν ὁ βόρειος καὶ αὐχμηρὸς
17. λυπήσει μὲν ὀρθοστάδην τοὺς ἀνθρώπους εἰς βῆχάς
1. τε καὶ γαστρὸς ἐποχὴν καὶ δυσουρίαν καὶ τὰς ὀδύνας τῶν
2. κατὰ τὸν θώρακα χωρίων· οὐ μὴν πυρετοὺς ἢ δυσεντερίας
3. ἢ τοιοῦτόν τι ἐργάσεται. τί δή ποτ’ οὖν οὐδὲ κατὰ τὸ
4. ἔαρ ἔπομβρόν τε καὶ νότιον γενόμενον ἐπιδημήσει
5. νοσήματα; ὅτι προϋπῆρχεν ὁ χειμὼν ἱκανῶς ψυχρός τε
6. καὶ ξηρός. εἰρήκει δ’ αὐτὸς, οὐχ ἁπλῶς χρὴ σκοπεῖσθαι
7. τὰς ἐνεστώσας καταστάσεις, ἀλλὰ καὶ τὸ ἐξ οἵων εἰς οἷά
8. εἰσιν αἱ μεταβολαὶ προσεπισκοπεῖσθαι. προεξηρασμένον
9. οὖν τὸ σῶμα κατὰ τὸν χειμῶνα γινόμενον αὐχμηρὸν καὶ
10. βόρειον, οὐ μόνον οὐδὲν πείσεται τοῖς ὄμβροις τοῖς ἠρινοῖς,
11. ἀλλά τι καὶ προσωφεληθήσεται μέχρι τινὸς εἰς κατὰ φύσιν
12. ἐπανερχόμενον συμμετρίαν· εἰ δ’ ὅλον τὸ ἔαρ ὑγρὸν γενηθῇ,
13. πρὸς τὴν ἐναντίαν ἀχθήσεται τὸ σῶμα κατάστασιν τῆς
14. ἔμπροσθεν ὑπαρχούσης αὐτῷ τῆς ξηρᾶς, ὑπερβαῖνον τὴν ἐν
15. τῷ μέσῳ συμμετρίαν, ὥσθ’ ἕτοιμον αὐτὸ πρὸς βλάβην διαδέξεται
16. τὸ θέρος, ἔτι τῆς γῆς ὑγρᾶς οὔσης, καὶ διὰ τοῦτο
17. πνῖγος ἐργαζομένης, ἄτε μήτε τῶν ἐτησίων ἤδη πνεῖν
18. δυναμένων. ὕστερον γὰρ ἐκεῖνοι καὶ μετὰ κύνα πεφύκασιν
1. ἄρχεσθαι, ὥστε ὁ μεταξὺ χρόνος ἅπας ἕξει
2. τούς τε πυρετοὺς ὀξεῖς διά τε τὴν ὑγρότητα καὶ θερμότητα
3. σηπομένων τῶν ἐν τῷ σώματι χυμῶν καὶ τὰς ὀφθαλμίας
4. καὶ τὰς δυσεντερίας, κατά γε τὴν ἐπιτηδειότητα τῶν
5. δυναμένων βλάπτεσθαι μορίων. ἄλλα γὰρ ἄλλων μᾶλλον
6. εὐπαθῆ τέ ἐστι καὶ δυσπαθῆ κατὰ τὰς κράσεις τῶν σωμάτων.
7. αἱ μὲν γὰρ ὀφθαλμίαι σχεδὸν ἅπαντας ἐνοχλοῦσι
8. πληρουμένης τῆς κεφαλῆς, πλήν εἴ τινες ἰσχυροὶ πάνυ τοῖς
9. ὀφθαλμοῖς εἶεν. δυσεντερίαι δ’, ὡς αὐτὸς εἴρηκε, τοῖς
10. ὑγρὰς ἔχουσι τὰς φύσεις καὶ ταῖς γυναιξὶν, ὑγρότεραι γάρ
11. εἰσιν αὗται τῶν ἀνδρῶν. εἴπερ οὖν ὅλην τὴν κατάστασιν
12. ὡς σήπουσαν ἡμῶν τὰ σώματα μεμφόμεθα, πρόδηλον ὅτι
13. μᾶλλον ἡ σηπεδὼν ἐν τοῖς ὑγροῖς ἔσται σώμασιν. αὐτὸ γὰρ
14. δὴ τοῦτ’ ἔστι τὸ σηπόμενον ἐν τοῖς σώμασιν ὑγρὸν, ὡς ὕλη
15. τις ὑπὸ δυνάμεως τῆς θερμότητος. ἡ δ’ ὑγρότης ἡ τοῦ
16. περιέχοντος ὅτι κωλύει ξηραίνεσθαι τὴν ἐν τῷ σώματι
17. περιουσίαν τῶν ὑγρῶν, κατὰ τοῦτο συντελεῖ τῇ σηπούσῃ
18. δυνάμει. θαυμαστὸν οὖν οὐδὲν ἐν ταῖς τοιαύταις καταστάσεσι
1. μᾶλλον βλάπτεσθαι τὰς ὑγροτέρας φύσεις. διὰ τοῦτο
2. καὶ τοὺς πυρετοὺς ἔφη τοῖς φλεγματώδεσι μᾶλλον γίνεσθαι·
3. καὶ γὰρ καὶ τούτους ὑγροτέρους ἀναγκαῖον εἶναι. μενούσης
4. μὲν οὖν ἐν τῷ σώματι τῆς σηπεδόνος οἱ πυρετοὶ γίνονται,
5. κενουμένης δὲ διὰ τῆς γαστρὸς αἱ δυσεντερίαι, καὶ ταῦτ’
6. ἔσται σοι δι’ ὅλου τοῦ θέρους, ἐὰν μὴ μεταβολή τις περὶ
7. κυνὸς ἐπιτολὴν γένηται, περὶ ἧς αὐτὸς ἐν τῷ περὶ ὑδάτων
8. καὶ τόπων καὶ ἀέρων ἐφεξῆς τῇ γεγραμμένῃ μικρὸν ἔμπροσθεν
9. ῥήσει διῆλθεν, ἦς ἐστι τελευτή. τὰς δὲ δυσεντερίας
10. εἰκὸς γίνεσθαι ταῖς γυναιξὶ καὶ τοῖς ἀνδράσι τοῖς ὑγροτέροις.
11. τούτοις γὰρ συνάπτων ἐφεξῆς γράφει, καὶ ἢν μὲν ἐπιγένηται
12. περὶ κυνὸς ἐπιτολὴν ὕδωρ καὶ χειμὼν, ἐτησίαι πνεύουσιν,
13. ἐλπὶς παύσεσθαι καὶ τὸ μετόπωρον ὑγιεινὸν γενέσθαι·
14. εἰ δὲ μὴ, κίνδυνος θανάτου γενέσθαι τοῖς παιδίοις καὶ ταῖς
15. γυναιξὶν, ἥκιστα δὲ τοῖσι πρεσβυτέροισι, τοὺς δὲ παραγενομένους
16. εἰς τεταρταῖον ἀποτελευτᾷν καὶ αὐτὸν τεταρταῖον
17. εἰς ὕδρωπα. ἀλλὰ περὶ μὲν τούτων ὧν προσέθηκεν ἐν τῷ
18. περὶ ἀέρων καὶ τόπων καὶ ὑδάτων, ὅταν τὰ εἰς ἐκεῖνο τὸ
1. βιβλίον ἐξηγησώμεθα, διασκεψόμεθα, περὶ δὲ τῶν κατὰ
2. τὸν προγεγραμμένον ἀφορισμὸν αὐτάρκως εἴρηται, πλὴν
3. μιᾶς λέξεως τῆς ἐξ ἀνάγκης, ἣν οὐ μόνον ἐν τοῖς ἀφορισμοῖς
4. προσέθηκεν, ἀλλὰ κἀν τῷ περὶ ὑδάτων καὶ τόπων
5. καὶ ἀέρων ἐνδεικνύμενος ὅτι τῇ φύσει τοῦ πράγματος πεπιστευκὼς,
6. οὐ τηρήσει τινὶ γράφεν ταῦτα. ποσάκις οὖν εἰκός
7. ἐστιν ἑωρακέναι τοιαύτην αὐτὸν κατάστασιν ἢ ἐν πόσοις
8. χωρίοις, ἆρά γε δὶς ἢ τρὶς ἔσται ἢ τετράκις, ἀλλ’ οὐδ’
9. εἰ πλεονάκις εἴπῃς, δυνατόν ἐστιν ἤδη εἰπεῖν ὅτι διὰ παντὸς
10. οὕτως ἔσται, καθάπερ οὐδ’ εἰ κεκαθαρμένους ὑπὸ
11. φαρμάκου τινὸς ἴδῃς ἀνθρώπους στ΄ ἢ ζ΄ δυνήσῃ διατεταγμένως
12. εἰπεῖν, ὅτι πάντες οἱ μετὰ ταῦτα ἐξ ἀνάγκης καθαρθήσονται.
13. δῆλον οὖν ἐστιν ὅτι τῇ φύσει τοῦ πράγματος
14. ὁ Ἱπποκράτης ἑπόμενος οὐ τηρήσει τινὶ προσέγραψεν
15. εἰπὼν, ἀνάγκη τοῦ θέρους πυρετοὺς ὀξεῖς καὶ ὀφθαλμίας
16. καὶ δυσεντερίας γίνεσθαι.

Cliquer un n° de page pour en afficher l’image