Galenus. In Hippocratis Aphorismos commentaria (In Hipp. Aphor. comm.) [n° 101 Fichtner] [GalLat]

Εἰς τοὺς ἀφορισμοὺς Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Aphorismes d’Hippocrate
Commentary on Hippocrates’ ‘Aphorisms’ (Hipp. Aph. comm.)
Savino, 2020.
Hippocratis Aphorismi et Galeni in eos commentarii, 1827, vol. 17b-18a, p. 345-887 1-195. urn:cts:greekLit:tlg0057.tlg092.verbatim-lat1
Savino, 2020 (ita).

Hippocratis Aphorismi et Galeni in eos commentarii, 3.12, ed. Kühn, 1827, vol. 17b, p. 585-589. urn:cts:greekLit:tlg0057.tlg092.1st1K-grc1:3.12


2. Ἢν δὲ νότιος ὁ χειμὼν καὶ ἔπομβρος καὶ εὔδιος
3. γένηται, τὸ δὲ ἔαρ αὐχμηρὸν καὶ βόρειον, αἱ μὲν γυναῖκες
4. ᾖσιν οἱ τόκοι πρὸς τὸ ἦρ ἐκ πάσης προφάσιος ἐκτιτρώσκουσιν.
5. αἳ δ’ ἂν τέκωσιν, ἀκρατέα καὶ νοσώδεα
6. τὰ παιδία τίκτουσιν, ὥστε ἢ παραυτίκα ἀπόλλυσθαι ἢ
7. λεπτὰ καὶ νοσώδεα ζῇν ἐόντα. τοῖσι δὲ ἄλλοισι δυσεντερίαι
8. καὶ ὀφθαλμίαι ξηραὶ γίνονται, τοῖσι δὲ πρεσβυτέροισι
9. κατάῤῥοι συντόμως ἀπολλύντες.

11. Ἔμπαλιν ἡ κρᾶσις ἔχει ταῖς κατὰ τὸν πρότερον ἀφορισμὸν
12. εἰρημέναις ὥραις δύο πρὸς τὰς νῦν λεγομένας. οἶος
13. μὲν γὰρ πρότερος ὁ χειμὼν ἐν ἐκείνῳ, τοιοῦτον νῦν ἐστι
14. τὸ ἔαρ, ὁποῖον δὲ τὸ ἔαρ ἐν ἐκείνῳ, τοιοῦτον νῦν ἐστιν ὁ
15. χειμών. ὅτι μὲν οὖν ἐπ’ ἐκείνων οὐκ ἦν ἀναγκαῖον ἐν τῷ
16. ἦρι νόσους ἐπιδημῆσαι σφοδρὰς αὐτάρκως ἐδείχθη. νυνὶ δὲ
17. ὅτι τοῦ χειμῶνος μὲν ὑγροῦ καὶ θερμοῦ γινομένου, τοῦ δ’
18. ἦρος ξηροῦ καὶ ψυχροῦ, νοσεῖν ἀναγκαῖόν ἐστι τοὺς ἀνθρώπους
1. ἐν αὐτῷ τῷ ἦρι δεικτέον ἐστί. αἱ μὲν οὖν γυναῖκες
2. αἷς ἂν ὁ τόκος ᾖ πρὸς τὸ ἔαρ, ἐπὶ ταῖς τυχούσαις
3. προφάσεσιν ἐκτιτρώκουσιν. ὑγρὰ γὰρ τὰ σώματα καὶ μαλακὰ,
4. ἀραιὰ γεγονότα κατὰ τὸν εὔδιον χειμῶνα, ῥᾳδίως
5. εἰς τὸ βάθος αὐτῶν διαδίδωσι τὴν ἐκ τοῦ περιέχοντος ψύξιν,
6. ὥσθ’ ὅσα τῶν παίδων ἤδη πολυχρόνιον ἔθος ἔσχεν ἀέρος
7. ἀλέας, ταῦτα πληττόμενα σφοδρῶς ὑπὸ τοῦ κρύους εἰκότως
8. ἁλίσκεται τὰ μὲν ἤδη νεκρὰ, τὰ δ’ ἀποθνήσκοντα
9. κατ’ αὐτὸν τὸν τόκον. ἃ δ’ ἂν αὐτῶν ζῶντα τεχθῇ, τὴν
10. εἰς τοὐναντίον ἐξαιφνίδιον οὐ φέροντα μεταβολὴν, ἤτοι διὰ
11. τάχους ἀποθνήσκει ἢ λεπτὰ καὶ νοσώδεα γινόμενα μόλις
12. διαζῇ. τῶν δ’ ἄλλων τοῖς μέν φλεγματώδεσι καὶ ταῖς γυναιξὶ
13. δυσεντερίας φησὶ γίνεσθαι, φλέγματος ἀπὸ τῆς κεφαλῆς
14. εἰς τὴν γαστέρα καταῤῥέοντος. εἰκὸς γὰρ δήπου τοῦτο
15. πολὺ γεννᾶσθαι κατὰ τὴν εἰρημένην κατάστασιν· ἐν μὲν
16. τῷ χειμῶνι πληρωθείσης τῆς κεφαλῆς, ψυχθείσης δὲ ἀθρόως
17. ἐν ἀρχῇ τοῦ ἦρος, ἐπειδὴ φλεγματικὰ περιττώματα πέφυκε
18. γεννᾷν ὁ ἐγκέφαλος, ὅταν ψυχθεὶς ἀδυνατεῖ κρατεῖν τῆς
1. τροφῆς. ὑπάρχει δὲ καὶ τοῦτο τῇ τοῦ φλέγματος γενέσει,
2. τὸ μὲν γὰρ ὑπὸ ψύξεως ἰσχυρᾶς γιγνόμενον ὀξὺ γίγνεται.
3. τὸ δ’ ὑπὸ θερμασίας πληρούσης τὴν κεφαλὴν ἁλυκὸν,
4. ὥσπερ γε καὶ τὸ διὰ βραχεῖαν ψύξιν ἤ τι βραχὺ
5. γλυκύτητος ἔχει ἢ μηδεμίαν ἐναργῆ ποιότητα. τὸ τοίνυν
6. ἐπὶ τῇ προκειμένῃ καταστάσει γενόμενον φλέγμα διὰ τὴν
7. ἐν τῷ χειμῶνι θερμασίαν ἁλυκὸν ἔσται καὶ κατὰ τοῦτο μάλιστα
8. γεννήσει δυσεντερίας, ὅταν ἐν χρόνῳ πλείονι
9. δάκνον καὶ ξύον κακώσῃ τὸ ἔντερον. ἅτε γὰρ διὰ τὴν γλισχρότητα
10. κατὰ τὴν διέξοδον ἐν τοῖς ἐντέροις ἰσχόμενόν τε
11. καὶ βραδῦνον, ἀεί τε ῥῖπτον αὐτὸ διὰ τὴν ποιότητα τὴν
12. δυσεντερίαν ἐργάζεται. τοῖς μέντοι φύσει θερμοῖς καὶ χολώδεσιν
13. αὐτός φησιν ὀφθαλμίας γίνεσθαι ξηράς. οὕτω δ’
14. ὀνομάζει τὰς ἄνευ ῥεύματος. εἰκὸς δὲ δήπου ταῖς θερμαῖς
15. καὶ ξηραῖς φύσεσιν ἐν ξηρᾷ καὶ ψυχρᾷ καταστάσει διαδεξαμένῃ
16. θερμὴν καὶ ὑγρὰν τοιαύτας γίνεσθαι τὰς ὀφθαλμίας.
17. ἡ μὲν γὰρ κεφαλὴ πεπλήρωται πρόσθεν τῇ θερμῇ καὶ ὑγρᾷ
18. καταστάσει, τὸ δὲ κρύος ἐπιγινόμενον, ὥσπερ χείρ τις ἔξωθεν
1. λαβοῦσα καὶ θλίψασα, καθάπερ τινὰ σπόγγον τὸν ἐγκέφαλον
2. ἐκθλίβει τὴν κατ’ αὐτὸν ὑγρότητα. φερομένη δ’ αὕτη
3. ἄλλοτε πρὸς ἄλλον τόπον τῶν εὐπαθῶν πλείονα γεννᾷ
4. τὰ νοσήματα. καὶ κατὰ τοῦτο καὶ ὀφθαλμίαι συμβήσονται
5. τοῖς ἀσθενέσι φύσει τοὺς ὀφθαλμούς. ἀποῤῥήσεται δὲ
6. οὐδὲν αὐτῶν ἐκτὸς διὰ τὴν ὑγρότητα τοῦ περιέχοντος πυκνοῦντος
7. τὴν ἐπιφάνειαν. ὅτι δ’ αὐτὸς ὁ Ἱπποκράτης εἰς
8. τάσδε τὰς αἰτίας ἕκαστον τῶν εἰρημένων ἀναφέρει, δῆλον
9. ἐξ ὧν ἔγραψεν ἐν τῷ περὶ ὑδάτων καὶ τόπων καὶ ἀέρων
10. κατὰ τήνδε τὴν ῥῆσιν. τοῖσι μὲν οὖν φλεγματικοῖσι τὰς
11. δυσεντερίας εἰκὸς γίνεσθαι καὶ τῇσι γυναιξὶ, φλέγματος ἐπικαταῤῥέοντος
12. ἀπὸ τοῦ ἐγκεφάλου διὰ τὴν ὑγρότητα τῆς φύσεως,
13. τοῖσι δὲ χολώδεσιν ὀφθαλμίας ξηρὰς διὰ τὴν θερμότητα
14. καὶ ξηρότητα τῆς σαρκός. τὸ δ’ ἐπὶ τῇ τελευτῇ τοῦ
15. ἀφορισμοῦ γεγραμμένον· τοῖσι δὲ πρεσβυτέροισι κατάῤῥοι
16. συντόμως ἀπολλύντες, κατὰ τήνδε τὴν λέξιν αὐτὸς ἔγραψεν
17. ἐν τῷ περὶ ὑδάτων καὶ τόπων καὶ ἀέρων· τοῖσι δ’ ἄγαν
18. πρεσβυτέροισι κατάῤῥους διὰ τὴν ἀραιότητα καὶ τὴν ἔκτηξιν
1. τῶν φλεβῶν, ὥστε ἐξαπίνης ἀπόλλυσθαι, τοὺς δὲ παραπλῆγας
2. γίνεσθαι τὰ δεξιὰ ἢ τὰ ἀριστερά. διὰ τούτων ἔοικεν
3. ὁ Ἱπποκράτης οὐ τοὺς πάνυ συνήθεις λεγομένους κατάῤῥους
4. δηλοῦν, τοὺς ἐκ τῆς κεφαλῆς εἰς τὸν πνεύμονα διὰ
5. τῆς τραχείας ἀρτηρίας γιγνομένους, ἀλλὰ πάντα καταφερόμενα
6. ῥεύματα διὰ τῶν φλεβῶν ἀπὸ τῆς κεφαλῆς εἰς τὰ κάτω
7. μόρια. διὸ καὶ τὸ συντόμως ἀπολλύντες καλῶς δοκεῖ
8. προσκεῖσθαι, διότι ταχεῖαν τὴν κρίσιν οὗτοι ποιοῦνται τῶν
9. ἄλλων χρονιζόντων. ἔνιοι δὲ τῶν ἐξηγητῶν κατάῤῥους ἀκούσαντες
10. τοὺς ἀπὸ τῆς κεφαλῆς εἰς τὸν πνεύμονα γιγνομένους
11. διὰ φάρυγγος καὶ ἀρτηρίας, μετὰ τῆς ἀποφάσεως τῆς
12. οὐ γράφουσι τὴν λέξιν. κατάῤῥους γίγνεσθαι τοῖς πρεσβυτέροισι,
13. οὐ συντόμως ἀπολλύντας, εἰκότως φάσκοντες. οὐ
14. γὰρ πέττεται τὰ ψυχρὰ τῶν ῥευμάτων αὐτοῖς διὰ τὴν ἡλικίαν.
15. ἔν τισι δὲ τῶν ἀντιγράφων γέγραπται συντόμως ἀπολλύντες,
16. ἐπειδὴ κἀν τῷ περὶ ὑδάτων καὶ τόπων καὶ ἀέρων
17. αὐτὸς εἶπεν, ὥστε ἐξαπίνης ἀπόλλυσθαι.

Cliquer un n° de page pour en afficher l’image