2. Ἢν δὲ τὸ θέρος αὐχμηρὸν καὶ βόρειον γένηται τὸ
3. δὲ φθινόπωρον ἔπομβρον καὶ νότιον, κεφαλαλγίαι ἰσχυραὶ
4. ἐς τὸν χειμῶνα γίνονται καὶ βῆχες καὶ βράγχοι καὶ
5. κόρυζαι, ἐνίοισι δὲ καὶ φθίσιες.
7. Τὴν αὐτὴν κρᾶσιν ἀνατέθεικε νῦν θέρει καὶ φθινοπώρῳ,
8. τὴν μικρὸν ἔμπροσθεν εἰρημένην περί τε χειμῶνος καὶ
9. ἦρος ἡνίκα ἔλεγεν· ἢν μὲν ὁ χειμὼν αὐχμηρὸς καὶ βόρειος
10. γένηται, τὸ δ’ ἔαρ ἔπομβρον καὶ νότιον. ἀλλ’ ἐκεῖ μὲν ἐπὶ
11. ταύτῃ τῇ καταστάσει τοῦ θέρους ἔφησε τοὺς πυρετοὺς
12. ὀξεῖς, ὀφθαλμίας καὶ δυσεντερίας γίγνεσθαι. νυνὶ δὲ ἐν
13. τῷ χειμῶνι κεφαλαλγίας καὶ βῆχας καὶ βράγχους καὶ κορύζας·
14. προσέγραψε δὲ οὔτε ἐκεῖ τὴν τοῦ θέρους κατάστασιν,
15. οὔτε ἐνταῦθα τὴν τοῦ χειμῶνος ὡς ἐν τῇ κατὰ φύσιν ἀξιῶν
16. φυλάττεσθαι κράσει τὰς ὥρας ἀμφοτέρας. ἐὰν γὰρ ἔτι καὶ
17. κατὰ ταύτας ἑτέρα τις γένηται δυσκρασία τοῦ περιέχοντος,
1. ἔσται τι καὶ δι’ ἐκείνην ἕτερον ἐπὶ τοῖς εἰρημένοις νοσήμασι
2. τῆς δυσκρασίας οἰκεῖον. ἀλλ’ ἐπὶ μὲν ἐκείνης τῆς καταστάσεως,
3. ἐν ᾗ τὸν χειμῶνά φησιν αὐχμηρὸν καὶ βόρειον γενέσθαι,
4. τὸ δ’ ἔαρ ἔπομβρον καὶ νότιον αὐτὸς ἔγραψε τὰς
5. αἰτίας τῶν εἰρημένων νοσημάτων ἐν τῷ θέρει γενέσθαι, ἐν
6. τῷ περὶ ἀέρων καὶ τόπων καὶ ὑδάτων βιβλίῳ. ἐπὶ δὲ τῆς
7. νῦν προκειμένης οὐδὲν εἶπεν ἐν ἐκείνῳ. μετὰ γὰρ τὰς δύο
8. τὰς προγεγραμμένας καταστάσεις μίαν μὲν ἐν ᾗ τὸν χειμῶνα
9. βόρειόν τε ἅμα καὶ αὐχμηρὸν ἄξιοι γενέσθαι, τὸ δ’
10. ἔαρ ἔπομβρον καὶ νότιον, ἑτέραν δὲ ἐν ᾗ τοὐναντίον ἔπομβρον
11. μὲν καὶ νότιον τὸν χειμῶνα, τὸ δ’ ἔαρ αὐχμηρὸν καὶ
12. βόρειον. τὴν δ’ ἐφεξῆς αὐταῖς τήνδε τρίτην οὖσαν τροπὴν,
13. ὑπὲρ ἧς ὁ ἐνεστηκὼς λόγος, οὐκέτι προσέγραψεν, ἀλλὰ ἀντὶ
14. ταύτης ἑτέραν τοιαύτην. ἢν δὲ τὸ θέρος αὐχμηρὸν καὶ
15. βόρειον γένηται καὶ φθινόπωρον ὡσαύτως, ἀνάγκη τὸν χειμῶνα
16. νοσερὸν εἶναι· εἶτ’ ἐφεξῆς ἄλλας τινὰς οὐδὲ ἐκείνας
17. ὡσαύτως τῇ νῦν προκειμένῃ. περὶ μὲν οὖν ἐκείνων, ὅταν
18. εἰς αὐτὰ ἐξηγησώμεθα, τὸν λόγον ποιησώμεθα. νυνὶ δὲ περὶ
1. τῆς ἐν τοῖς ἀφορισμοῖς εἰρημένης ὑπ’ αὐτοῦ λέγωμεν, ἀρχὴν
2. τῷ λόγῳ τὴν αὐτὴν θέμενοι τὴν μικρῷ πρόσθεν εἰρημένην.
3. φυλάττειν γὰρ εἰκός ἐστιν αὐτὸν ὅμοιον τῷ κατὰ
4. φύσιν τὸν χειμῶνα, τουτέστιν ὑγρόν τε καὶ ψυχρὸν
5. εἰς ὅσον αὐτῶν ἑκάτερον πρέπει τοῖς εὐκράτοις τῆς οἰκουμένης
6. χωρίοις, ὑπὲρ ὧν ποιεῖται τὸν λόγον, ὧν ὀλίγον
7. ὕστερον ὀνομαστὶ μνημονεύσω, φυλάξαντός τε τὴν ἑαυτοῦ
8. κρᾶσιν τοῦ χειμῶνος οὐδὲν ἐν αὐτῷ συστήσεται ἰσχυρὸν
9. νόσημα, κεφαλαλγίαι δὲ μόνον καὶ βῆχες καὶ βράγχοι καὶ
10. κόρυζαι, πεπληρωμένης τῆς κεφαλῆς συμπτώματα. εἰ μὲν
11. οὖν, ὡς καὶ πρόσθεν ἔφην, ἀμφοτέραις ταῖς ὥραις, τῇ θερινῇ
12. καὶ τῇ φθινοπωρινῇ, τοὺς νοτίους ὄμβρους γενέσθαι
13. συνέβη, τάχα μὲν ἂν καὶ κατ’ αὐτὸ τὸ θέρος. εἰ δὲ μὴ,
14. ἀλλὰ πάντως γε κατὰ τὸ φθινόπωρον ἐπεδήμησεν ἂν οἰκεῖα
15. νοσήματα καταστάσεως ὑγρᾶς καὶ νοτίου. νῦν ἐπειδὴ τὸ
16. θέρος αὐχμηρόν τε καὶ βόρειον ὑπέθετο προγεγονέναι, τὸ δὲ
17. φθινόπωρον ὑγρόν τε καὶ νότιον, εὔλογον οὐ μόνον αὐτίκα
18. νοσεῖν οὐκ ἄρξαρθαί τινας, ἀλλὰ καὶ τῆς ἀμετροτέρας ἐν
1. τῷ θέρει ξηρότητος ἴαμα ἔχειν οὐ σμικρὸν τὴν ἐν τῷ φθινοπώρῳ
2. κατάστασιν ὑγρὰν γενομένην. ἐπεὶ δ’ ὅλον τὸ φθινόπωρον
3. ἠκολούθησε τοιοῦτον, ἀναγκαῖον ἔσται τοῖς ὑγροτέραν
4. ἔχουσι τὴν φύσιν ἱκανώτερον τοῦ μετρίου πληρωθείσης
5. τῆς κεφαλῆς ἀπαντῆσαι κατὰ τὸν χειμῶνα τὰ προειρημένα
6. νοσήματα, τισὶ δ’ αὐτῶν δηλονότι καὶ φθίσιν,
7. ὅσοι πρὸς τὸ πάθος ἐπιτηδείως εἶχον, οἵ τε κατὰ τὸν θώρακα
8. στενοὶ καὶ οἷς ἀπὸ τῆς κεφαλῆς εἰς πνεύμονα καταφέρεται
9. ῥεῦμα. τούτοις οὖν ἔσονται φθίσεις, τοῖς δ’ ἄλλοις
10. οὐδὲν μὲν ἰσχυρὸν νόσημα, τὰ δὲ περὶ τὰς βῆχας
11. καὶ τοὺς βράγχους, ὅσα τ’ ἄλλα γενήσεται συμπτώματα τοιαῦτα
12. τῆς χειμερινῆς ὥρας, πεπληρωμένας ὑπὸ τῶν νοτίων
13. ὄμβρων κεφαλὰς διαδεξαμένης, εἶτ’ ἐπ’ ἐνίων μὲν αὐτὸ
14. δὴ τοῦτο μόνον ἐργασαμένης, ὡς ἐν τῇ κεφαλῇ διαμένον
15. τὸ περιττὸν, ἀλγήματος αἴτιον αὐτῇ γίνεσθαι. διαφορεῖ
16. γὰρ οὐδὲν πλῆθος οὐδὲ καθ’ ἓν μόριον ὁ χειμών.
17. ἐπ’ ἐνίων δὲ συναχθείσης ἐπὶ πλέον καὶ οἱονεὶ πιληθείσης
18. τῆς κεφαλῆς, ἐκθλιβόμενον τὸ περιττὸν εἰς τὰ κάτω τῆς
1. κεφαλῆς ἰέναι χωρία. τοῦτο μὲν οὖν οἷον κάθαρσίς ἐστι καὶ
2. κένωσις τῆς κεφαλῆς. ἐφ’ ὧν δὲ διὰ τὸ βαρυνθῆναι τῷ
3. πλήθει προκαμοῦσα τὸ τοῦ χειμῶνος οὐκ ἤνεγκε κρύος,
4. ἐπὶ τούτων ψυχθεῖσα κατὰ δυσκρασίαν ἤδη μειζόνων ῥευμάτων
5. αἰτία τοῖς κάτω μέρεσιν ἑαυτῆς γίνεται.