Galenus. In Hippocratis Aphorismos commentaria (In Hipp. Aphor. comm.) [n° 101 Fichtner] [GalLat]

Εἰς τοὺς ἀφορισμοὺς Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Aphorismes d’Hippocrate
Commentary on Hippocrates’ ‘Aphorisms’ (Hipp. Aph. comm.)
Savino, 2020.
Hippocratis Aphorismi et Galeni in eos commentarii, 1827, vol. 17b-18a, p. 345-887 1-195. urn:cts:greekLit:tlg0057.tlg092.verbatim-lat1
Savino, 2020 (ita).

Hippocratis Aphorismi et Galeni in eos commentarii, 3.14, ed. Kühn, 1827, vol. 17b, p. 594-599. urn:cts:greekLit:tlg0057.tlg092.1st1K-grc1:3.14


8. Ἢν δὲ βόρειον ᾖ καὶ ἄνυδρον, τοῖσι μὲν ὑγροῖσιν
9. ἐοῦσι τὰς φύσιας καὶ τῇσι γυναιξὶ ξύμφορον, τοῖσι δὲ
10. λοιποῖσιν ὀφθαλμίαι ἔσονται ξηραὶ καὶ πυρετοὶ ὀξέες καὶ
11. κόρυζαι χρόνιαι, ἐνίοισι δὲ καὶ μελαγχολίαι.

13. Οὗτος ὁ λόγος ὁ νῦν εἰρημένος εὔδηλον ὡς οὐκ ἔστι τέλειος
14. ἀφορισμὸς, ἀλλ’ ἑνὸς ἀφορισμοῦ μέρος δεύτερον, οὗ
15. τὸ πρότερον μέρος ἄρτι πεπαύμεθα διεξερχόμενοι. μενούσης
16. γὰρ κοινῆς τῆς κατὰ τὸ θέρος ὑποθέσεως ἀμφοτέροις
1. τοῖς λόγοις, ὁ μὲν πρότερος ἔπομβρον καὶ νότιον ἐπ’ αὐτῇ
2. προϋποτίθεται τὸ φθινόπωρον, ὁ δὲ δεύτερος ὁ νῦν ἐνεστὼς
3. ἄνυδρον καὶ βόρειον. ὅτι δ’ οὐδὲν διαφέρει ξηρὸν ἢ
4. αὐχμηρὸν ἢ ἄνυδρον εἰπεῖν πρόδηλον παντί. γενομένων οὖν
5. ἀμφοτέρων τῶν ὡρῶν αὐχμηρῶν τε καὶ ξηρῶν, αἱ μὲν ὑγραὶ φύσεις
6. οὐ μόνον οὐδὲν βλαβήσονται πρὸς τῆς τοιαύτης καταστάσεως,
7. ἀλλὰ καὶ ὠφέλειά τις ἐν αὐταῖς γενήσεται. τὴν
8. δ’ αἰτίαν αὐτὸς εἶπεν ἐν τῷ περὶ ὑδάτων καὶ τόπων καὶ
9. ἀέρων οὕτω γράψας· τοῖσι δὲ φλεγματίῃσι ταῦτα πάντα
10. ἀρωγά ἐστιν. ἀναξηραίνονται γὰρ καὶ εἰς τὸν χειμῶνα
11. ἀφικνέονται οὐ πλαδῶντες, ἀλλ’ ἀνεξηραμμένοι. τοῖσι δὲ
12. λοιποῖσιν, ὅσοι μὴ τοιοῦτοι, ξηραὶ μὲν ὀφθαλμίαι, πυρετοὶ
13. δὲ ὀξέες ἕπονται καὶ κόρυζαι, τισὶ δ’ αὐτῶν καὶ μελαγχολίαι.
14. τὴν δ’ αἰτίαν τῆς τούτων γενέσεως αὐτὸς εἶπεν ἐν
15. τῷ προγεγραμμένῳ βιβλίῳ διὰ τῆσδε τῆς λέξεως· τοῖσι δὲ
16. χολώδεσι τοῦτο πολεμιώτατον γίνεται, λίαν γὰρ ἀναξηραίνονται
17. καὶ ὀφθαλμίαι τούτοισι ἐπιγίνονται ξηραὶ καὶ πυρετοὶ
18. ὀξέες καὶ πολυχρόνιοι, ἐνίοισι δὲ καὶ μελαγχολίαι· εἶτα
1. ἐπιφέρων φησὶ, τῆς γὰρ χολῆς τὸ μὲν ὑγρότατον καὶ ὑδαρέστατον
2. ἀποξηραίνεται καὶ ἀναλίσκεται, τὸ δὲ παχύτατον
3. καὶ δριμύτατον λείπεται, καὶ τοῦ αἵματος κατὰ τὸν
4. αὐτὸν λόγον, ἀφ’ ὦν ταῦτα τὰ νοσήματα αὐτοῖς γίνεται.
5. ταῦτα μὲν οὖν ἡμῖν εἰς τὰς προκειμένας καταστάσεις αὐτάρκως
6. εἰρήθη. διὰ τί δὲ μόνον τούτων τῶν καταστάσεων
7. ἐμνημόνευσεν ὁ Ἱπποκράτης, οὐσῶν γε ἄλλων πολλῶν, οὐκ
8. ἔχω φάναι. δηλῶσαι δὲ μᾶλλον βούλομαι τὴν μέθοδον, ᾗ
9. τις ἂν χρώμενος, συμπλέκοι πάσας τὰς καταστάσεις, οὖσαν
10. τοιαύτην. ἄρξασθαι μὲν οὖν ἀναγκαῖόν ἐστιν ὡς ἀπὸ στοιχείων,
11. τῶν ἁπλῶν δυσκρασιῶν τοῦ περιέχοντος ἡμᾶς ἡμᾶς ἀέρος.
12. διελόμενον δὲ αὐτὰς εἴς τε τὰς πάνυ μικρὰς καὶ εἰς τὰς
13. πάνυ σφοδρὰς καὶ εἰς τὰς καὶ μετὰ ταῦτα εἰπεῖν
14. περὶ ἑκάστης τῶν εἰρημένων δυσκρασιῶν, ἐν ἑκάστῃ τῶν
15. ὡρῶν γενομένης, τίνα γενήσει νοσήματα καθ’ ἑκάστην φύσιν,
16. εἶθ’ ἑξῆς συμπλέκειν ἀλλήλαις δυοῖν ὡρῶν δυσκρασίαν,
17. ὡς νῦν Ἱπποκράτης ἐπεχείρησε. διελθόντας δὲ καὶ ταύτας
18. ἁπάσας ἐφεξῆς τὰς τῶν τριῶν ὡρῶν δυσκρασίας συμπλέξαι
1. πάσας πάσαις, εἶθ’ ἐξῆς τὰς τῶν τεσσάρων, οὕτως
2. γὰρ ἂν ἡ γυμνασία γένοιτο τελεία. ταυτὶ μὲν οὖν ἴσως
3. ποτὲ καὶ ἡμεῖς, σχολῆς ἐὰν ἐπιλαβώμεθα πλείονος, ἰδίᾳ
4. γράψομεν. ἐν τῷ παρόντι δ’ ἀρκείτω μόνον τοῦτο εἰρημένον
5. ὡς ὀλίγας πάνυ συμπλοκὰς δυσκρασιῶν ἔγραψεν ὁ Ἱπποκράτης,
6. ὡς παράδειγμα δοκεῖν εἶναι μᾶλλον αὐτὰς, ἤ τι
7. μέρος ἀξιόλογον ὅλης τῆς περὶ ταῦτα διδασκαλίας. ἐροῦμεν
8. δ’ ἐπὶ πλέον ὑπὲρ αὐτῶν, ἐπειδὰν ἐξηγησώμεθα τό τε περὶ
9. τῶν ὑδάτων καὶ ἀέρων καὶ τόπων σύγγραμμα καὶ τὸ πρῶτον
10. τῶν ἐπιδημιῶν ὃ δὲ ὑπεσχόμην ὀλίγον ἔμπροσθεν ἐρεῖν
11. ἤδη προγράψας ἐπ’ αὐτῷ καταπαύσω τὸν λόγον. ἀκούειν
12. γὰρ ἡμᾶς χρὴ τῶν καταστάσεων ἁπασῶν ὦν ἔγραψεν ὁ
13. Ἱπποκράτης ἐν τοῖς εὐκράτοις χωρίοις τῆς οἰκουμένης γινομένων,
14. ἐξῃρημένων τοῦ λόγου τῆς μὲν Θρᾴκης ὅσα τῆς
15. θαλάττης ἀποκεχώρηκεν, ὑγρὰ γὰρ ταῦτα καὶ ψυχρὰ περαιτέρω
16. τοῦ μετρίου, καθάπερ τὰ κατ’ Αἴγυπτόν τε καὶ
17. Λιβύην θερμὰ καὶ ξηρὰ, πλὴν κἀνταῦθα τῶν ἐπὶ τῇ θαλάττῃ
18. κειμένων. ἐν γὰρ τοῖς ψυχροῖς χωρίοις ὁποῖα τὰ
1. κατὰ τὴν Θρᾴκην ἐστὶ καὶ Πόντον, ἐπειδὴ ταπεινὰ τὰ πρὸς
2. τῇ θαλάττῃ, διὰ τοῦτ’ ἔστι θερμότερα ταῖς κράσεσιν. ἐν
3. δὲ τοῖς θερμοῖς ὁποῖα τὰ κατ’ Αἴγυπτόν τε καὶ Λιβύην,
4. ἐπειδὴ τοῦ θέρους ἀναψύχεται τοῖς ἀρκτικοῖς ἀνέμοις, διὰ
5. τοῦτ’ ἔστιν ἧττον θερμὰ τῶν ἀποκεχωρηκότων εἰς μεσόγειον.
6. ἡ δ’ ἀκριβῶς εὔκρατός τε καὶ μέση ζώνη τῆς οἰκουμένης
7. ἐστὶν ἡ διὰ Κνίδου καὶ Κῶ καὶ ὅσα χωρία μὴ πολὺ τούτων
8. ἀποκεχώρηκεν, ἤτοι πρὸς ἄρκτον ἢ πρὸς νότον. ἐπινοῆσαι
9. δέ σε χρὴ δι’ ὦν εἴρηκα χωρίων, ἐπ’ ἀνατολήν τε
10. καὶ δύσιν εὐθεῖάν τινα τεταμένην γραμμὴν εἶναι, τὴν εὔκρατον
11. καλουμένην ζώνην καὶ ὑπὸ τῶν περὶ τὰ τοιαῦτα δεινῶν
12. ἀκριβῶς νοήσεις. ὀνομάζουσι δ’ ἔνιοι τῶν ἀστρολόγων
13. οὐ ζώνας, ἀλλὰ παραλλήλους τὰς τοιαύτας ἐπὶ τῆς γῆς
14. ὁμοιότητας τῶν οἰκήσεων ἐπ’ ἀνατολῆς ἕως δύσεως ἐκτεταμένας.
15. ὁ μὲν οὖν λόγος τῷ Ἱπποκράτει περὶ τούτων ἐστὶ
16. μάλιστα τῶν χωρίων, ἡ δὲ τῶν ὡρῶν τάξις, ὡς αὐτός τε
17. πολλάκις ἐνδείκνυται διὰ τῶν ἐπιδημιῶν οἵ τ’ ἄριστοι τῶν
18. περὶ τὰ τοιαῦτα δεινῶν ἔγραψαν, ἥδ’ ἐστίν. ἐπιτολὴ πλειάδος
1. ἀρχὴ θέρους ἐστὶ, μεθ’ ἣν κυνὸς ἐπιτολὴ τῆς καλουμένης
2. ὁπώρας, ἣν δὴ καὶ αὐτὴν τὸ δεύτερον μέρος τοῦ
3. θέρους τίθενται, μεθ’ ἣν ἀρκτοῦρος ἐπιτέλλων ἀρχὴν ποιεῖται
4. φθινοπώρου, κᾄπειτα δύσις πλειάδων χειμῶνος ἀρχὴ
5. γίνεται, εἶτα μετὰ τὸν χειμῶνα ἰσημερία τὴν ἀρχὴν ἔχει
6. τοῦ ἦρος.

Cliquer un n° de page pour en afficher l’image