Galenus. In Hippocratis Aphorismos commentaria (In Hipp. Aphor. comm.) [n° 101 Fichtner] [GalLat]

Εἰς τοὺς ἀφορισμοὺς Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Aphorismes d’Hippocrate
Commentary on Hippocrates’ ‘Aphorisms’ (Hipp. Aph. comm.)
Savino, 2020.
Hippocratis Aphorismi et Galeni in eos commentarii, 1827, vol. 17b-18a, p. 345-887 1-195. urn:cts:greekLit:tlg0057.tlg092.verbatim-lat1
Savino, 2020 (ita).

Hippocratis Aphorismi et Galeni in eos commentarii, 3.16, ed. Kühn, 1827, vol. 17b, p. 601-609. urn:cts:greekLit:tlg0057.tlg092.1st1K-grc1:3.16


15. Νοσήματα δὲ ἐν μὲν τῇσιν ἐπομβρίῃσιν ὡς τὰ πολλὰ γίνεται
16. πυρετοί τε μακροὶ καὶ κοιλίης ῥύσιες καὶ σηπεδόνες
1. καὶ ἐπίληπτοι καὶ ἀπόπληκτοι καὶ κυνάγχαι. ἐν δὲ τοῖσιν
2. αὐχμοῖσι φθινώδεες, ὀφθαλμίαι, ἀρθρίτιδες, στραγγουρίαι
3. καὶ δυσεντερίαι.

5. Τὸ μὲν τοὺς μακροὺς πυρετοὺς ὑγρότητος ἕπεσθαι πλήθει
6. θαυμαστὸν οὐδὲν, εἴ γε δέονται μὲν τῆς πέψεως οἱ
7. κάμνοντες εἰς λύσιν τῶν νοσημάτων, τὰς πλείονας δὲ ὑγρότητας
8. εἰκὸς ἐν πλείονι χρόνῳ πέττεσθαι. προσέτι δὲ καὶ
9. τὸ ψυχροτέρους καὶ φλεγματικωτέρους ἐν ταῖς ἐπομβρίαις
10. γίνεσθαι τοὺς χυμοὺς, ὥσπερ αὖ πάλιν ἐν τοῖς αὐχμοῖς
11. χολωδεστέρους, ὥστε καὶ κατὰ τοῦτο χρονιοῦσι μὲν ἐν ταῖς
12. ἐπομβρίαις, ὀξύτεροι δὲ ἐν τοῖς αὐχμοῖς πυρετοὶ γενήσονται,
13. τὸ δὲ καὶ τὰς ῥύσεις τῆς κοιλίας εἰκότως ἐν ταῖς
14. ἐπομβρίαις γίνεσθαι, τῆς ἐν τοῖς χυμοῖς περιουσίας ἐκκαθαιρομένης
15. διὰ τῆς γαστρὸς οὐκ ἄδηλον, ὥσπερ γε οὐδὲ τὰς
16. σηπεδόνας· ἀσηπτότερα γὰρ ἐναργῶς ὁρᾶται τὰ ξηρὰ τῶν
17. ὑγρῶν. εἰσὶ δὲ δήπου καὶ αἱ ἀποπληξίαι καὶ αἱ ἐπιληψίαι
18. φλεγματικὰ νοσήματα. κυνάγχη δὲ γίνεται μὲν ἔστιν ὅτε
1. καὶ αὐτοῦ τοῦ πλήθους τῶν περιττωμάτων ἐνεχθέντος εἰς
2. φάρυγγα. γίνεται δὲ ὡς τὰ πολλὰ καὶ τῶν ἐκ τῆς κεφαλῆς
3. ῥευμάτων ἐν φάρυγγι στηριχθέντων. ὅτι δὲ ἐν ταῖς ἐπομβρίαις
4. τά τε ἄλλα ῥεύματα καὶ μάλιστα τὰ ἐκ τῆς κεφαλῆς
5. ὁρμώμενα πλεονάζει, πρόδηλόν ἐστι καὶ λέλεκται πολλάκις.
6. ἐν δὲ τοῖς αὐχμοῖς τάς τε φθινώδεις νόσους φησὶ πλεονάζειν
7. καὶ τὰς ὀφθαλμίας, ἀρθρίτιδάς τε καὶ στραγγουρίας
8. καὶ δυσεντερίας, ἀδιοριστότερον ὡς ἐμοὶ δοκεῖ, τὴν περὶ
9. τούτων ἀπόφασιν ποιησάμενος. αἱ γὰρ φθινώδεις νόσοι
10. δύο ταύταις ἕπονται καταστάσεσι, τῇ τε ἄκρως ψυχρᾷ, καθ’
11. ἣν καὶ ῥήγνυνταί τι τῶν ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις
12. ἀγγείων τινὰ, καὶ τῇ μεθ’ ὑγρότητος θερμῇ, καθ’ ἣν ἡ κεφαλὴ
13. πληρουμένη καταπέμπει τῷ πνεύμονι ῥεύματα. τῇ δὲ
14. ξηρᾷ μὲν, ὅσον ἐπὶ τῇ θερμότητι καὶ ψυχρότητι κατὰ φύσιν
15. ἐχούσῃ, πάντα μᾶλλον ἢ φθινώδεες ἀκολουθήσουσι
16. νόσοι. διό μοι δοκοῦσί τινες ἀναγκασθῆναι τὸ περὶ τῶν
17. ὀφθαλμῶν ἀκοῦσαι τὸ φθινῶδες, ἵνα ὁ λόγος ᾖ τοιοῦτος.
18. ἐν δὲ τοῖς ἀμέτροις αὐχμοῖς αἵ τ’ ὀφθαλμίαι φθινώδεις
1. γίνονται, τουτέστιν εἰς φθίσιν ὀφθαλμῶν τελευτῶσι, καθ’ ἣν
2. ἀτροφώτεροί τε καὶ ξηρότεροι τῶν κατὰ φύσιν ἀποτελοῦνται
3. μετὰ τοῦ καὶ τὴν κόρην αὐτῶν στενὴν γίνεσθαι, ξηραινομένων
4. δηλονότι τῶν ὑγρῶν, ὑφ’ ὧν διατεινομένη μετρίως
5. μὲν ἐν τῇ κατὰ φύσιν ἐφυλάττετο συμμετρίᾳ, μειζόνως δὲ
6. ἢ προσῆκεν εἰς πλάτος ἐξετείνετο μοχθηρόν. εἰ δ’ αὐτὰς
7. ταθ’ ἑαυτὰς ἀκούομεν εἰρῆσθαι τὰς ὀφθαλμίας,
8. προσθήσομεν αὐταῖς τὰς ξηράς. εἴρηται δ’ ὀλίγον ἔμπροσθεν
9. ἡ αἰτία τοῦ ξηρὰς ὀφθαλμίας ἐν τοῖς ἀμέτροις αὐχμοῖς
10. γίνεσθαι. καὶ μὲν δὴ καὶ τὰ ἀρθριτικὰ νοσήματα
11. τὰ μὲν ἐπὶ ῥεύμασιν, οὐδὲ ὅλως ἔσται κατὰ τὰς ἀμέτρους
12. ξηρότητας, τὰ δ’ ὑπὸ δριμύτητός τινος, ἐὰν καὶ θερμότης
13. ἄμετρος προσγένηται, τηνικαῦτα μόνον ἔσται. τίνας οὖν εἴρηκεν
14. ἀρθρίτιδας ἐν τοῖς αὐχμοῖς γίνεσθαι ζητητέον. εἰ
15. γὰρ ἄμετροι γεννηθέντες δαπανήσειαν ἐκ τῶν ἄρθρων τὴν
16. ὑγρότητα, δυσκινησίαν μέν τινα κατὰ ξηρότητα ποιήσουσιν,
17. ἴσως δ’ ἄν ποτε καὶ ἄλγημα. τὴν μέντοι καλουμένην ἀρθρῖτιν
18. οὐκ ἂν ἐργάσαιντο, πλὴν εἰ πᾶν ἄρθρων ἄλγημα καλεῖν
1. τὸ τοιοῦτόν τις ἐθέλῃ. καίτοι αὐτὸς ἐν τῷ δευτέρῳ
2. τῶν ἐπιδημιῶν φησιν, ἐν Αἴνῳ ἐν λιμῷ ὀσπριοφαγέοντες,
3. σκελέων ἀκρατέες ἐγένοντο· ἀτὰρ καὶ ὀροβοφαγέοντες γονυαλγέες,
4. οὐκ ἀρθριτικοὺς, ἀλλὰ γονυαλγεῖς ὠνόμασεν αὐτούς.
5. ἴσως δ’ ἄν τις λέγοι μὴ τὸν ἑνὸς ἄρθρου πόνον, ἀλλὰ τῶν
6. πολλῶν ἀρθρῖτιν ὀνομάζεσθαι, καὶ κατὰ τοῦτο μηδέπω
7. τοὺς γονυαλγεῖς ἀρθριτικοὺς προσαγορεύεσθαι. περὶ μὲν
8. οὖν τῆς ἀρθρίτιδος ἀρκείτω διηπορῆσθαι μέχρι τοσούτου·
9. περὶ δὲ τῶν στραγγουριῶν ἐφεξῆς εἴπωμεν. οὐδὲ γὰρ οὐδ’
10. αὗται τοῖς αὐχμοῖς ἁπλῶς ἕπονται, χωρὶς τοῦ διορίσασθαι
11. τοὺς τρεῖς διορισμοὺς, ἕνα μὲν τὴν ἀμετρίαν τῆς ξηρότητος,
12. ἕτερον δὲ τὴν μετὰ θερμότητος, καὶ τρίτον τὴν μετὰ
13. ψυχρότητος, ὧν οὐκ ἐμνημόνευσεν ὁ Ἱπποκράτης. ἀλλ’ ἐάν
14. τις, ὡς ἔφην, ἐθελήσῃ πασῶν τῶν ἐν ταῖς ὥραις καταστάσεων
15. ἐρευνήσασθαι τὴν φύσιν, οὕτως αὐτῷ ποιητέον. ἔσται
16. δ’ ὁ λόγος σαφὴς ἐπὶ παραδείγματος αὐτοῦ τοῦ νῦν προκειμένου
17. σκέμματος. αὐχμὸς μὲν γὰρ ἄμετρος ἐν μὲν
18. ταῖς εὐκράτοις φύσεσιν ἑτέραν ἐργάζεται κατὰ τὸ σῶμα
1. διάθεσιν, ἑτέραν δ’ ἐν ταῖς ξηραῖς, ὥσπερ γε κὰν ταῖς
2. ὑγραῖς ἑτέραν. οὕτω δὲ καὶ κατὰ τὴν θερμήν τε καὶ ψυχρὰν
3. ἄλλην ἐν ἑκατέρᾳ διάθεσιν ἐργάζεται. καὶ κατὰ τὰς
4. συζυγίας δὲ τῶν ἁπλῶν δυσκρασιῶν ἄλλην μὲν ἐν τῇ θερμῇ
5. τε καὶ ξηρᾷ, διαφέρουσαν δ’ αὐτῆς ἐν τῇ ψυχρᾷ τε
6. καὶ ξηρᾷ, κἀπὶ τῶν ὑπολοίπων δυοῖν ὡσαύτως. ὥσπερ δ’
7. ἁπλῆν φυλάξαντες ἄρτι τὴν τοῦ περιέχοντος δυσκρασίαν
8. καθ’ ἑκάστην φύσιν ἔφαμέν τινα ἰδίαν ἐργάζεσθαι διάθεσιν,
9. οὕτω σύνθετον ὑποθέμενοι καθ’ ἑκάστην αὖ πάλιν
10. φύσιν ἐπισκεψόμεθα τὰς ἐσομένας διαθέσεις. ἔσται δὲ
11. σύνθετος ἡ ξηρὰ τοῦ περιέχοντος κατάστασις, ὅταν ἤτοι
12. μετὰ ψυχρότητος ἢ θερμότητος μιχθῇ. καίτοι γε ἁπλῆ
13. δόξειεν ἂν εἶναί πως σύνθετος, ἐμίγνυτο γὰρ εὐκράτῳ καταστάσει
14. μέσῃ τῶν ἀμετριῶν ἑκατέρων, τῆς τε κατὰ
15. θερμότητα καὶ τῆς κατὰ ψυχρότητα. συγκεχωρημένου δ’
16. ἐν ταῖς διδασκαλίαις ἁπλᾶς μὲν δυσκρασίας γίγνεσθαι τὰς
17. κατὰ μίαν ποιότητα τοῦ κατὰ φύσιν ἐξισταμένας, οὐχ ἁπλᾶς
18. δὲ τὰς κατὰ πλείους· εἰκότως. ὅταν ἐν μὲν τῇ κατὰ τὸ ξηρόν
1. τε καὶ ὑγρὸν ἀντιθέσει δύσκρατον ᾖ τὸ περιέχον, ἐν
2. δὲ τῇ κατὰ τὸ θερμόν τε καὶ ψυχρὸν εὔκρατον, ἁπλῆν
3. ἐροῦμεν εἶναι τὴν δυσκρασίαν. ἐφ’ ἁπάντων οὕτω σκοποῦσιν
4. ἡμῖν εὔδηλον εἰς ὅσον ἐκταθήσεται μῆκος ὅ τ’ ἄλλος
5. τῶν καταστάσεων λόγος, ὅ τε νῦν εἰρημένος ἐπὶ τῆς κύστεως.
6. αἱ γάρ τοι στραγγουρίαι γίγνονται διά τε τὴν
7. δριμύτητα τῶν οὔρων καὶ ἀῤῥωστίαν τῆς ἐν τῇ κύστει καθεκτικῆς
8. δυνάμεως, ἥτις πάλιν ἀῤῥωστία γίνεται δι’ ἄμετρόν
9. τινα δυσκρασίαν. οὐσῶν δ’ ὀκτὼ τῶν ἀμετριῶν, καθ’
10. ἑκάστην αὐτῶν ἄῤῥωστός τε ἡ κύστις ἔσται καὶ διὰ τοῦτο
11. ἀκολουθήσουσιν αὐτῇ στραγγουρίαι. καὶ μὲν δὴ καὶ αἱ
12. δριμύτητες τῶν οὔρων ὑπὸ δυσκρασιῶν γίγνονταί τινων
13. καὶ μᾶλλον ἐπὶ τῆς κατὰ τὸ θερμὸν, ἐφεξῆς δ’ ἐπὶ τῆς
14. κατὰ τὰ θερμότητά τε καὶ ὑγρότητα καὶ τρίτον τῆς κατὰ
15. ξηρότητα. γενήσεται γοῦν καὶ διὰ ταῦτα στραγγουρία τῶν
16. αὐτῆς τῆς κύστεως παθῶν ἰδίων ἐξῃρημένων, οἷς ἀκολουθοῦσιν
17. αἱ στραγγουρίαι λόγῳ συμπτώματος, οἷον ὅταν ἤτοι
18. δι’ ἕλκος, ἢ ἐρυσίπελας, ἢ ἀπόστημα κατ’ αὐτὴν γενόμενον,
1. ἢ φλεγμονὴν, ἤ τι τῶν τοιούτων ἕτερον, τῇ στραγγουρίᾳ συμπέσῃ.
2. νυνὶ γὰρ οὐ περὶ τούτων ὁ λόγος, ἀλλὰ μόνον τῶν
3. ἐκ τῆς τοῦ περιέχοντος κράσεως γινομένων ἐστὶν, ὥσπερ
4. γε οὐδὲ περὶ τῶν ἐκ διαίτης τινὸς πλημμελοῦς. ἃ δὲ ἐπὶ
5. τῆς στραγγουρίας εἴρηται, ταὐτά μοι νόει κἀπὶ τῆς δυσεντερίας
6. εἰρῆσθαι, περὶ ἧς οὐδ’ αὐτὸς συμφέρομαι τῷ Ἱπποκράτει.
7. δυσεντερίαι γὰρ οὐχ ἁπλῶς ἀκολουθήσει ταῖς ξηρότησιν
8. ἄνευ τοῦ διορίσασθαι, πρῶτον μὲν τὸ κατ’ αὐτὴν
9. ἐσχάτως ἄμετρον εἶτα τὴν θερμότητα καὶ ψυχρότητα τοῦ
10. περιέχοντος ἐξαλλαγὴν, εἶτα καὶ τὰς πασχούσας φύσεις τῶν
11. σωμάτων. ἔστι δ’ οὐχ οὕτως ὑπὲρ Ἱπποκράτους ἀπορῆσαι
12. δίκαιον, ὅτι τηλικαύτην θεωρίαν πρῶτος συστησάμενος
13. οὐκ ἐξειργάσατο πᾶσαν, ὥσπερ Διοκλέους μὲν πρῶτον καὶ
14. Μνησιθέου μετ’ αὐτὸν, εἶτα καὶ ἄλλων πολλῶν ἰατρῶν, ὅσοι
15. ταῖς ἀληθέσιν ὁδοῖς Ἱπποκράτους χρώμενοι πολλὰ τῶν
16. κατὰ μέρος ἐξεργάσασθαι προὔθεντο. δέον γὰρ αὐτοὺς εἴπερ
17. τι καὶ ἄλλο, τὴν περὶ τῶν καταστάσεων θεωρίαν ὡς
1. ὑπεθέμην ἄρτι διαρθρώσασθαι καὶ πᾶσαν ἐξεργάσασθαι
2. παντελῶς ὠλιγώρησαν. ἀλλ’ ἡμεῖς αὐτὸ πειρασόμεθα ποιῆσαι,
3. γράψαντες ἑτέραν ἰδίαν πραγματείαν ὅλην περὶ τούτων.
4. ταῦθ’ ἡμῖν πρότερον ὅσα μετὰ χεῖρας ἔχομεν
5. συντελεσθῇ.

Cliquer un n° de page pour en afficher l’image