Galenus. In Hippocratis Aphorismos commentaria (In Hipp. Aphor. comm.) [n° 101 Fichtner] [GalLat]

Εἰς τοὺς ἀφορισμοὺς Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Aphorismes d’Hippocrate
Commentary on Hippocrates’ ‘Aphorisms’ (Hipp. Aph. comm.)
Savino, 2020.
Hippocratis Aphorismi et Galeni in eos commentarii, 1827, vol. 17b-18a, p. 345-887 1-195. urn:cts:greekLit:tlg0057.tlg092.verbatim-lat1
Savino, 2020 (ita).

Hippocratis Aphorismi et Galeni in eos commentarii, 3.17, ed. Kühn, 1827, vol. 17b, p. 609-612. urn:cts:greekLit:tlg0057.tlg092.1st1K-grc1:3.17


8. Αἱ δὲ καθ’ ἡμέρην καταστάσιες αἱ μὲν βόρειοι τά τε σώματα
9. ξυνιστῶσι καὶ εὔτονα καὶ εὐκίνητα καὶ εὔχροα καὶ
10. εὐηκοώτερα ποιέουσι καὶ τὰς κοιλίας ξηραίνουσι καὶ τὰ
11. ὄμματα δάκνουσι καὶ περὶ τὸν θώρηκα ἄλγημα ἤν τι
12. προϋπάρχῃ, πονέουσι μᾶλλον. αἱ δὲ νότειοι διαλύουσι
13. τὰ σώματα καὶ ὑγραίνουσι καὶ καρηβαρίας καὶ βαρυηκοΐας
14. καὶ ἰλίγγους ποιέουσιν, ἔν τε τοῖσιν ὀφθαλμοῖσι καὶ
15. ἐν τοῖσι σώμασι δυσκινησίην καὶ τὰς κοιλίας ὑγραίνουσιν.

17. Ξηρὸς καὶ ψυχρὸς ἄνεμος ὑπάρχων ὁ βοῤῥᾶς,
18. ἀναλίσκει μὲν ἅπαντα τὰ ἐκ τοῦ σώματος περιττὰ, τόνον
1. δὲ ἐντίθησι τοῖς ὀργάνοις αὐτοῖς ἐκ τοῦ σφίγγειν τε καὶ
2. συνάγειν αὐτὰ, πιλήσει τῆς οὐσίας. διὰ τοῦτο γοῦν βελτίω
3. πάντα γίγνεται, φησὶ, κατά τε τὰς φυσικὰς καὶ τὰς ψυχικὰς
4. ἐνεργείας. τὰς μὲν γὰρ ψυχικὰς ἐνεδείξατο διὰ τοῦ
5. φάναι εὐκίνητά τε καὶ εὐηκοώτερα, τὰς δὲ φυσικὰς ἐνεργείας,
6. ὅταν εὔχροα λέγῃ. κοινὸν δ’ ἀμφοῖν ἡ εὐτονία, καὶ
7. δῆλον ὡς ἐκ μιᾶς αἰσθήσεως τῆς ἀκοῆς οἷον παραδείγματος
8. ἐδήλωσε καὶ περὶ τῶν ἄλλων. ταυτὶ μὲν οὖν ἀγαθὰ ταῖς
9. βορείαις ὑπάρχει καταστάσεσι καὶ μάλιστα τούτων ἀπολαύουσιν
10. οἱ ὑγιεινῶς ἔχοντες τὰ σώματα καὶ τούτων αὐτῶν
11. οἱ ὑγρότεροι μᾶλλον. ὑπάρχει δέ τινα καὶ κατὰ ταῖς καταστάσεσι
12. ταύταις, ἀλλὰ μικρὰ καὶ οὐχ ὅμοια τοῖς νοτίοις.
13. πῶς γὰρ οὐ σμικρὰ τό τε ἐπισχεθῆναι τὴν γαστέρα καὶ
14. δηχθῆναι τοὺς ὀφθαλμοὺς καὶ παροξυνθῆναι τὰς προϋπαρχούσας
15. ὀδύνας κατὰ τὸν θώρακα; γνώσῃ δ’ ἐναργέστερον
16. αὐτῶν τὴν σμικρότητα παραβάλλων ταῖς νοτίαις καταστάσεσιν,
17. ἃς διαλύειν ἔφη τὰ σώματα. μέγιστον γὰρ τοῦτο κακὸν
1. εἰς ἅπαν ἐστὶν ἔργον, ζωτικόν τε καὶ ψυχικόν. οὐ μικρὸν
2. δ’ οὐδ’ ἡ καρηβαρία τε καὶ δυσηκοΐα. περὶ δὲ τῶν
3. ἰλίγγων τί δεῖ καὶ λέγειν; ἐγγὺς γὰρ οὗτοί εἰσιν ἐπιληψίας
4. τε καὶ ἀποπληξίας. ἴλιγγος γάρ ἐστιν ἡ σκοτοδινία, ἥτις
5. γίνεται ὑγροῦ μετὰ παχέος πνεύματος κινουμένου κατὰ τὴν
6. κεφαλὴν, διὸ καὶ προηγεῖται ἐπιληψίας καὶ ἀποπληξίας.
7. ἀλλὰ καὶ δυσκινησίας, φησὶ, κατά τε τοὺς ὀφθαλμοὺς ἀποτελοῦσι
8. καὶ σύμπαν τὸ σῶμα, μοχθηρὰ δὲ καὶ ταῦτα τὰ
9. συμπτώματα. μόνον δ’ ἐν αὐτοῖς ὑπάρχει τὸ μέτριον, ὅτι
10. τὰς γαστέρας ὑγροτέρας ἐργάζονται. δρῶσι δὲ καὶ τοῦτο
11. καὶ τὰ ἄλλα πάντα μάλιστα μὲν διὰ τὴν ὑγρότητα, πρὸς
12. ταῦτα δὲ καὶ διὰ τὴν θερμότητα. καὶ τό γε κατὰ τὴν ἀρχὴν
13. τοῦ λόγου γεγραμμένον ἄμεινον ἦν ἐνηλλάχθαι τῇ τάξει,
14. πρῶτον μὲν ἔχον ἐν ἑαυτῷ τὸ ὑγιαίνουσι, δεύτερον δὲ τὸ
15. διαλύουσιν, εἶθ’ οὕτω τὰ ἐφεξῆς. εἰ γὰρ ὑγραίνουσι καὶ
16. τῶν ἄλλων ἕκαστον ποιοῦσι, συντελούσης εἰς ταῦτα καὶ τῆς
17. θερμασίας. αἱ μὲν γὰρ ἐνέργειαι γίνονται διὰ τῶν στερεῶν
18. τοῦ ζώου μορίων, ἅπερ δὴ καὶ ὄντως ἐστὶν αὐτοῦ
1. μόρια. βαρύνεται δὲ ταῦτα καὶ διὰ τοῦτ’ ἐνεργεῖ χεῖρον
2. ὑπὸ πλήθους τῶν ὑγρῶν.

Cliquer un n° de page pour en afficher l’image