5. Κατὰ δὲ τὰς ὥρας τοῦ μὲν ἦρος καὶ ἄκρου τοῦ
6. θέρεος οἱ παῖδες καὶ οἱ τουτέων ἐχόμενοι τῇσιν ἡλικίῃσιν,
7. ἄριστά τε διάγουσι καὶ ὑγιαίνουσι μάλιστα. τοῦ δὲ θέρεος
8. καὶ τοῦ φθινοπώρου μέχρι μέν τινος οἱ γέροντες,
9. τὸ δὲ λοιπὸν τοῦ φθινοπώρου καὶ τοῦ χειμῶνος οἱ μέσοι
10. τῇσιν ἡλικίῃσι.
12. Οὐ μόνον ἐπὶ τῶν ἡλικιῶν, ἀλλὰ κἀπὶ τῶν ἄλλων ἁπάντων,
13. ὅσα κατὰ κρᾶσιν ἤτοι συμμέτρως ἢ ἀμέτρως ἔχει τὸν
14. εἰρημένον νῦν ὑπὸ Ἱπποκράτους λόγον ἐξετάζων εὑρήσεις
15. ἀληθῆ. ταῖς μὲν γὰρ εὐκράτοις φύσεσι καὶ ἡλικίαις καὶ
16. χώραις ἀρίστη τῶν ὡρῶν ἐστιν ἡ εὐκρατοτάτη, δεομέναις
17. γε οὐ μεταβολῆς ἧς ἔχωσιν ἕξεως, ἀλλὰ φυλακῆς, ἐπειδὴ
1. τῶν ὄντων ἕκαστον ὑπὸ μὲν τῶν ὁμοίων φυλάττεται,
2. μεταβάλλεται δὲ ὑπὸ τῶν ἐναντίων. ὥσθ’ ἡ τῶν παίδων
3. ἡλικία καὶ τούτων μᾶλλον ἔτι ἡ τῶν μειρακίων, αὕτη γὰρ
4. ἀρίστη τῶν ἡλικιῶν ἐστιν, ἐν ἦρι κάλλιστα διάγουσι, καὶ
5. κατὰ τὸν αὐτὸν λόγον ὅσαι τῶν φύσεων ἢ τῶν χωρῶν εἰσιν
6. εὔκρατοι. προσέθηκε δὲ τὸ ἦρι τὴν ἀρχὴν τοῦ θέρους ὁ
7. Ἱπποκράτης, εἰς πλάτος ἐκτείνων τὴν χρείαν ἑκάστου τῶν
8. θεωρημάτων. ἀκριβέστερον δ’ ἦν εἰπεῖν τὰ μὲν μειράκια
9. τοῦ ἦρος, τοὺς δὲ παῖδας ἐν ἀρχῇ τοῦ θέρους ἄριστα
10. διάγειν. ἐπὶ δὲ τῶν γερόντων διὰ τὴν ψυχρότητα τῆς κράσεως
11. ὠφέλιμόν ἐστι τὸ θέρος, ὥσπερ γε καὶ τοῖς ἀκμάζουσιν
12. ὁ χειμὼν ὠφελιμώτατός ἐστιν. ἐναντίος γάρ ἐστι
13. καὶ οὗτος τῇ κατὰ τούτους δυσκρασίᾳ χολώδει οὔσῃ· οὕτω
14. καὶ τῶν φύσεων αἱ μὲν χολωδέστεραι χειμῶνος ἄριστα
15. διάγουσιν, αἱ δὲ φλεγματικώτεραι θέρους, αἱ δ’ εὔκρατοι
16. τοῦ ἦρος. ὁμοίως δὲ καὶ τῶν χωρῶν αἱ μὲν εὔκρατοι
17. κάλλιστον ἔχουσι τὸ ἔαρ, αἱ δ’ ἄλλαι θέρους μὲν αἱ ψυχραὶ,
18. χειμῶνος δ’ αἱ θερμαί. καὶ μὲν δὴ καὶ τὰς χειρίστας
19. ὥρας ἑκάστη τῶν ἡλικιῶν καὶ τῶν φύσεων καὶ τῶν χωρῶν
1. ἐκ τῶν εἰρημένων ἔνεστιν εὑρεῖν. ἐναντιώταται γάρ εἰσι
2. ταῖς ἀρίσταις αἱ κάκισται. κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ
3. τάς μέσας τῶν ἀρίστων τε καὶ χειρίστων εὑρήσεις. ἔτι δὲ
4. κἀκείνῳ χρὴ προσέχειν ἀκριβῶς τὸν νοῦν ὡς τὸ μὲν ἔαρ
5. ἄριστον εἴρηται εἶναι τοῖς μειρακίοις, ἅπασι δὲ τοῖς ἄλλοις
6. ἐστὶ μέσον. οὔτε γὰρ ἄριστον ὑπάρχει οὔτε χείριστον. οὕτω
7. δὴ καὶ πρὸς τὰς φύσεις ἔχει καὶ τὰς χώρας. τό γε
8. μὴν φθινόπωρον ἁπάσαις καὶ ἡλικίαις κακὸν καὶ φύσεσι
9. καὶ χώραις. ἧττον δ’ ἐν αὐταῖς τῶν ἄλλων αἱ ὑγραὶ καὶ
10. θερμαὶ βλάπτονται κατὰ τὸ φθινόπωρον.