5. Τῶν φυσίων αἱ μὲν πρὸς θέρος, αἱ δὲ πρὸς χειμῶνα εὖ
6. ἢ κακῶς πεφύκασιν.
8. Φύσεις εἴρηκε νῦν ὁ Ἱπποκράτης κατὰ τὸ κυριώτατόν
9. τε καὶ πρῶτον σημαινόμενον, ὃ καθ’ αὑτὴν μάλιστα τὴν
10. οὐσίαν ἐστὶ τῆς φύσεως. ἐλέγομεν δ’ ἐν τοῖς ἔμπροσθεν
11. αὐτὴν κρᾶσιν εἶναι τῶν τεσσάρων στοιχείων, ὑγροῦ καὶ ξηροῦ
12. καὶ θερμοῦ καὶ ψυχροῦ. καὶ μέντοι καὶ δέδεικται πρὸς
13. ἡμῶν ἐν τοῖς περὶ κράσεων μία μὲν κρᾶσις ἡ εὔκρατός τε
14. καὶ ἀρίστη, δύσκρατοι δὲ καὶ μοχθηραὶ τὸν ἀριθμὸν
15. ὀκτὼ, τέσσαρες μὲν κατὰ μίαν ἐπικρατοῦσαν ποιότητα,
16. τέσσαρες δ’ ἄλλαι κατὰ δύο· κατὰ μίαν μὲν ἡ θερμὴ καὶ
17. ψυχρὰ καὶ ξηρὰ καὶ ὑγρὰ, κατὰ δύο δὲ ἡ θερμὴ καὶ ξηρὰ
1. καὶ ὑγρὰ καὶ θερμὴ καὶ ψυχρὰ καὶ ὑγρὰ καὶ ψυχρὰ καὶ
2. ξηρά. πρὸς μὲν δὴ τὸ θέρος αἱ ψυχραὶ καὶ ὑγραὶ φύσεις
3. ἄριστα διάκεινται, πρὸς χειμῶνα δὲ αἱ θερμαὶ καὶ ξηραί.
4. καθάπερ γε καὶ κακῶς αἱ μὲν θερμαὶ καὶ ξηραὶ πρὸς θέρος,
5. αἱ δὲ ψυχραὶ καὶ ὑγραὶ πρὸς χειμῶνα. τελειότατα
6. μὲν οὖν αἱ φύσεις αὗται πρὸς τὰς εἰρημένας ὥρας ἄριστά
7. τε καὶ χείριστα διάκεινται, μετρίως δὲ αἱ καθ’ ὁτιοῦν ἢ
8. ὠφελούμεναι πρὸς τὰς ὥρας ἢ βλαπτόμεναι, καθάπερ ἡ
9. ὑγρὰ καὶ θερμὴ θέρους καὶ χειμῶνος, ἐπειδὴ κατὰ τὸ θέρος
10. μὲν ὡς ὑγρὰ βέλτιον διατίθεται, κατὰ δὲ τὸν χειμῶνα
11. πάλιν ὡς θερμή.