Galenus. In Hippocratis Aphorismos commentaria (In Hipp. Aphor. comm.) [n° 101 Fichtner] [GalLat]

Εἰς τοὺς ἀφορισμοὺς Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Aphorismes d’Hippocrate
Commentary on Hippocrates’ ‘Aphorisms’ (Hipp. Aph. comm.)
Savino, 2020.
Hippocratis Aphorismi et Galeni in eos commentarii, 1827, vol. 17b-18a, p. 345-887 1-195. urn:cts:greekLit:tlg0057.tlg092.verbatim-lat1
Savino, 2020 (ita).

Hippocratis Aphorismi et Galeni in eos commentarii, 3.20, ed. Kühn, 1827, vol. 17b, p. 615-618. urn:cts:greekLit:tlg0057.tlg092.1st1K-grc1:3.20


14. Τοῦ μὲν ἦρος τὰ μανικὰ καὶ τὰ μελαγχολικὰ καὶ τὰ ἐπιληπτικὰ
15. καὶ αἵματος ῥύσιες καὶ κυνάγχαι καὶ κόρυζαι καὶ
16. βράγχοι καὶ βῆχες καὶ λέπραι καὶ λειχῆνες καὶ ἀλφοὶ
17. καὶ ἐξανθήσιες, ἑλκώδεες πλεῖσται καὶ φύματα καὶ
18. ἀρθριτικά.

1. Καὶ πῶς ἂν ἔτι δόξειεν ὀρθῶς εἰρῆσθαι πρόσθεν, ἔαρ
2. δ’ ὑγιεινότατον καὶ ἥκιστα θανατῶδες, παμπόλλων παθῶν
3. ἐν αὐτῷ γιγνομένων; ἔοικε γὰρ μᾶλλον ἁπάσῃ ὥρᾳ ἐξισοῦσθαι
4. κατὰ τὴν ποικιλίαν ὦν γεννᾷ νοσημάτων. αἱ μὲν
5. γὰρ μανίαι καὶ αἱ μελαγχολίαι, ἐπιληψίαι τε καὶ κυνάγχαι
6. φθινοπωρινὰ νοσήματα. κόρυζαι δὲ καὶ βράγχοι καὶ βῆχες
7. καὶ λέπραι χειμερινά. περὶ δὲ τοῦ θέρους αὐτὸς ἐφεξῆς
8. ἐρεῖ, τὴν κοινωνίαν ἐνδεικνύμενος αὐτοῦ τὴν πρὸς τὸ ἔαρ·
9. τοῦ δὲ θέρεος ἔνια τουτέων, τουτέστι τῶν προειρημένων
10. κατὰ τὸ ἔαρ. ἔξ ἐπιμέτρου δὲ παρὰ τὰς ἄλλας τὸ
11. ἔαρ, αἵματός τε ῥύσεις καὶ λέπρας καὶ λειχῆνας καὶ ἀλωοὺς
12. καὶ ἐξανθήσεις ἑλκώδεις πλείστας ἐργάζεται καὶ φύματα ἀρθριτικά.
13. ταῦτα μὲν οὖν ὅσα τῆς ἐαρινῆς ὥρας ἴδια, διὰ
14. πάντ’ ἐστὶν ἀκίνδυνα καὶ τοσοῦτον δεῖ τὸν ἀφορισμὸν ἐκεῖνον
15. ἀναφαίνειν ψευδῆ, καθ’ ὃν εἶπεν αὐτὸς, ἔαρ δὲ ὑγιεινότατον
16. καὶ ἥκιστα θανατῶδες, ὥστε μαρτυρεῖν αὐτῷ μᾶλλον
17. ἔοικεν. ἐκκαθαίρεσθαι γὰρ ἐν αὐτῇ τῇ ὥρᾳ τὸ βάθος
18. τοῦ σώματος ἀπὸ τῶν κυρίων μερῶν, ἐπὶ τὸ δέρμα τῶν
1. μοχθηρῶν χυμῶν ἀφικνουμένων. οὕτω γοῦν αἵ τε λέπραι
2. καὶ οἱ ἀλφοὶ, ἑλκώδεις τέ τινες ἐξανθήσεις πολλαὶ γίγνονται.
3. καθ’ ἕτερον δὲ τρόπον ἐν τοῖς φύμασι καὶ ταῖς ἀρθρίτισι
4. καθαίρεται τὸ βάθος τοῦ σώματος, εἰς τὰ ἄκρα,
5. μόρια τῆς μεταστάσεως γινομένης τῶν μοχθηρῶν χυμῶν.
6. ὅτι δὲ καὶ αἱ τοῦ αἵματος ῥύσεις κενοῦσαι τὸ πλῆθος καὶ
7. τὴν κακοχυμίαν κωλύουσι τὰς ἐν αὐτοῖς νόσους ἄντικρυς
8. δῆλον. εἰ δέ τι σῶμα εὔχυμον παρέλαβεν ἡ τοῦ ἦρος ὥρα
9. φυλάττει τοῦτο ὑγιεινότατον, οὐδὲν ἐκ τῆς ἰδίας φύσεως
10. νεωτερίζουσα. οὐ μὴν τό γε θέρος ἢ τὸ φθινόπωρον ἢ ὁ
11. χειμών. ταῦτα γὰρ εἰ καθαρὸν τὸ σῶμα καὶ παντοίως
12. ἄμεμπτον παραλάβοι, τὸ μὲν τὴν ὠχρὰν εἴωθε χολὴν πλείονα
13. τοῦ δέοντος γεννᾷν, τὸ δὲ τὴν μέλαιναν, ὁ χειμὼν δὲ τὸ
14. φλέγμα. παραπλήσιον δέ τι συμβαίνει κατὰ τὸ ἔαρ, ὁποῖον
15. ἐπὶ τῶν γυμνασιῶν ὁρῶμεν γιγνόμενον. καὶ γὰρ καὶ τοῦθ’
16. ὑγιεινότατον μέν ἐστιν, ἀλλ’ ἐὰν φλέγματος ἄνθρωπον μεστὸν
17. ἢ χολῆς ὠχρᾶς ἢ μελαίνης ἢ καὶ αὐτοῦ τοῦ αἵματος ἐθελήσεις
1. γυμνάζειν, ἤτοι γε ἐπίπληκτον αὐτὸν ἢ ἀπόπληκτον
2. ἐργάσῃ τοῖς γυμνασίοις. ἢ εἰ μὴ ταῦτα κινδυνεύει, ῥαγέντος
3. ἀγγείου κατὰ τὸν πνεύμονα περιπεσεῖν ἀνηκέστῳ κακῷ.
4. πολλοὶ δὲ πυρέττειν ἀρξάμενοι διὰ τὰ γυμνάσια νόσοις ὀξυτάταις
5. ἑάλωσαν. ὅσοις δ’ ἀντὶ καθάρσεως τῶν ἐν τῷ βάθει
6. χυμῶν γένηται τὸ γυμνάσιον εἰς τὸ δέρμα τὴν κακοχυμίαν
7. ἐκτεῖνον, ἕλκη καὶ ψώρας ἐργάζεται. κατὰ τοῦτο γοῦν
8. καὶ αὐτὸς ὁ Ἱπποκράτης ἔλεγεν, ἕλκεα ἐκφύουσιν, ἢν ἀκάθαρτος
9. ἐὼν πονήσῃ. καὶ δὴ καὶ κατὰ τὸ ἔαρ ἡ ἐκ τοῦ
10. περιέχοντος θερμασία, χέουσα τοὺς χυμοὺς, ἐξάγει πρὸς τὸ
11. δέρμα καὶ τοῦτο τὸ ἔργον αὐτοῦ τοῖς γυμνασίοις ἐστὶ παραπλήσιον.
12. οὐ μόνον δὲ τοῖς τούτων ἔργοις ἔοικε τὰ τοῦ ἦρος,
13. ἀλλὰ καὶ τοῖς τῆς φύσεως αὐτῆς. ταύτης γοῦν ἐστὶν ἔργα
14. τήν τε ἄδηλον διαπνοὴν ἐργάζεσθαι καθ’ ὅλον τὸ σῶμα, δι’
15. ἦς ἐκκρίνεται τὰ περιττὰ, καθαίρειν τε τὸ σῶμα πολυειδῶς
16. ἐν ταῖς νόσοις.

Cliquer un n° de page pour en afficher l’image