2. Τοῦ δὲ θέρεος ἔνιά τε τουτέων καὶ πυρετοὶ ξυνεχέες
3. καὶ καῦσοι καὶ τριταῖοι πλεῖστοι καὶ τεταρταῖοι,
4. ἔμετοι καὶ διάῤῥοιαι καὶ ὀφθαλμίαι καὶ ὤτων πόνοι καὶ
5. στομάτων ἑλκώσιες καὶ σηπεδόνες αἰδοίων καὶ ἵδρωα.
7. Τοῦ θέρους φησὶν ἔνια μὲν καὶ τῶν ἠρινῶν γενέσθαι
8. νοσημάτων, κατὰ τὴν ἀρχὴν δηλονότι αὐτοῦ. τὰ γὰρ συνάπτοντα
9. τῷ τέλει τοῦ ἦρος, ὥσπερ ὁμοιότητα τῆς
10. κράσεως ἔπει πρὸς τὸ θέρος, οὕτω καὶ τῆς τῶν παθῶν γενέσεως.
11. γενέσθαι μὲν γάρ φησι καὶ ἄλλα τινὰ τοῦ θέρους
12. ἴδια πυρετοὺς συνεχεῖς καὶ καύσους καὶ τριταίους καὶ ἁπλῶς
13. εἰπεῖν ὅσα διὰ τὴν ξανθὴν χολὴν συμβαίνει πάσχειν τὰ
14. σώματα. καὶ γὰρ οὖν καὶ οἱ ἔμετοι ταύτης ἐπιπολαζούσης
15. καὶ διάῤῥοιαι κάτω χωρούσης γίγνονται, καὶ ὀφθαλμίαι δὲ
16. τοῦ θέρους πολλαὶ, ὡς ἂν τῆς κεφαλῆς πληρουμένης. οὕτω
17. δὲ καὶ ὤτων πόνοι καὶ τὰ ἄλλα τὰ ὅμοια πάσχει τῷ θέρει
1. τὸ σῶμα, διὰ τὴν πλήρωσιν τῆς κεφαλῆς, ἄλλοτε εἰς ἄλλο
2. μέρος ἀποτιθεμένης τὸ περιττόν. αἱ δὲ ἑλκώσεις αἱ τῶν
3. στομάτων ὅτι διὰ τὸν χολώδη γίγνονται χυμὸν εὔδηλόν
4. ἐστιν. αἱ μέντοι σηπεδόνες τῶν αἰδοίων οὐχ ἁπλῶς, ἀλλ’
5. ὅταν ὑγρότερον μᾶλλον ἢ ἀπνούστερον ἢ νοτιώτερον γένηται.
6. τὸ μὲν γὰρ ἐπὶ πολὺ τοῦ κατὰ φύσιν ἀποκεχωρηκὸς εἰς
7. ὑγρότητα καὶ ἄπνοιαν, οὐκ αἰδοίων μόνων ἐργάζεται σηπεδόνας,
8. ἀλλὰ καὶ παντὸς ἄλλου μορίου, καθάπερ ἥ τε ἐν τῷ
9. τρίτῳ τῶν ἐπιδημιῶν κατάστασις ἥ τ’ ἐν τῷ δευτέρῳ κατὰ
10. τὴν ἀρχήν. αἱ δ’ ἐπ’ ὀλίγον ἐκτροπαὶ τῶν αἰδοίων
11. ἅπτονται, δι’ ὑγρότητα καὶ θερμότητα σήπεσθαι πεφυκότων,
12. ἐπὶ ταῖς τυχούσαις προφάσεσιν. ὥστ’ ἐπειδὰν τὴν
13. ἑαυτοῦ κρᾶσιν φυλάττῃ τὸ θέρος, οἳ περιττώμασιν ἐνοχλοῦνται
14. πολλοῖς, ἐπειδὰν ῥυῇ ταῦτα κατά τινα πρόφασιν, ἐπὶ
15. τὰ αἰδοῖα τὰς σηπεδόνας αὐτῶν πάσχουσι. τὰ δ’ ἵδρωα
16. τῶν κατὰ τὴν ἐπιφάνειαν ἐξανθημάτων ἐστὶν, ἑλκωδῶς
17. τραχύνοντα τὸ δέρμα. καὶ γίγνεται, καθάπερ καὶ αὐτὸ τοὔνομα
18. ἐνδείκνυται, διὰ τοὺς πολλοὺς ἱδρῶτας, ὅταν χολωδέστεροί
1. πως ἢ ὅλως δακνωδέστεροι τυγχάνουσιν ὄντες. ὀδαξοῦσι
2. γὰρ οὗτοι τὸ δέρμα καὶ κνησμῶδες ἐργάζονται καὶ
3. τραχύνουσιν ἑλκωδῶς.