Galenus. In Hippocratis Aphorismos commentaria (In Hipp. Aphor. comm.) [n° 101 Fichtner] [GalLat]

Εἰς τοὺς ἀφορισμοὺς Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Aphorismes d’Hippocrate
Commentary on Hippocrates’ ‘Aphorisms’ (Hipp. Aph. comm.)
Savino, 2020.
Hippocratis Aphorismi et Galeni in eos commentarii, 1827, vol. 17b-18a, p. 345-887 1-195. urn:cts:greekLit:tlg0057.tlg092.verbatim-lat1
Savino, 2020 (ita).

Hippocratis Aphorismi et Galeni in eos commentarii, 3.22, ed. Kühn, 1827, vol. 17b, p. 621-624. urn:cts:greekLit:tlg0057.tlg092.1st1K-grc1:3.22


6. Τοῦ δὲ φθινοπώρου καὶ τῶν θερινῶν τὰ πολλὰ
7. καὶ πυρετοὶ τεταρταῖοι καὶ πλάνητες καὶ σπλῆνες καὶ
8. ὕδρωπες, φθίσιες καὶ στραγγουρίαι, λειεντερίαι καὶ δυσεντερίαι
9. καὶ ἰσχιάδες καὶ κυνάγχοι καὶ ἄσθματα καὶ εἰλεοὶ
10. καὶ ἐπιληψίαι καὶ τὰ μανικὰ καὶ τὰ μελαγχολικά.

12. Ἐν τῷ φθινοπώρῳ, φησὶ, καὶ τῶν θερινῶν νοσημάτων
13. γίνονται πολλὰ, μένοντος ἔτι κατ’ αὐτὸ τοῦ θερινοῦ χυμοῦ
14. δηλονότι τῆς ξανθῆς χολῆς. οὐ γὰρ ὥσπερ ἐπὶ τῷ ἦρι τὸ
15. θέρος γιγνόμενον ἐκκενοῖ τοὺς χυμοὺς, οὕτω καὶ τὸ φθινόπωρον
16. ἐκκενοῖ τοὺς θερινοὺς, ἀλλὰ τοὐναντίον ἅπαν ἀπὸ
17. τῶν ἐκτὸς μερῶν εἰς τὸ βάθος ἄγει. δεόντως οὖν τὸ μὲν
1. θέρος ἔνια τῶν ἠρινῶν νοσημάτων, φησὶ γεννᾷν, τὸ δὲ
2. φθινόπωρον οὐκ ἔνια τῶν θερινῶν, ἀλλὰ πολλά. καὶ μέντοι
3. καὶ τεταρταίους πυρετοὺς ἐν ταύτῃ τῇ ὥρᾳ γίγνεσθαί φησιν,
4. ἐπὶ τῇ μελαίνῃ δηλονότι συνισταμένους χολῇ, διττὴν ἐχούσῃ
5. τὴν γένεσιν, ἐκ μὲν τῆς ξανθῆς ὑπεροπτηθείσης τὴν ἑτέραν,
6. ἐκ δὲ τοῦ παχέος αἵματος τὴν ἑτέραν. γίνονται δὲ καὶ
7. πλάνητες ἐν φθινοπώρῳ πυρετοὶ, διὰ τὴν ἀνωμαλίαν τῆς
8. κράσεως καὶ σπλῆνες μεγάλοι, διὰ τὸ μελαγχολικὸν περίττωμα,
9. καὶ δὴ καὶ ὕδεροι διὰ τὸν σπλῆνα. καὶ εἴ τι φθινῶδες
10. ἀμφίβολον, ἐν φθινοπώρῳ μάλιστα ἐξελέγχεται, διὰ
11. τὴν ξηρότητα καὶ τὴν ψύξιν καὶ τὴν ἀνωμαλίαν τῆς ὥρας,
12. οὐδὲν δ’ ἧττον καὶ διὰ τὴν κακοχυμίαν. διὰ δὲ τὰ αὐτὰ
13. ταῦτα καὶ αἱ στραγγουρίαι γίνονται μάλιστα κατὰ τὴν ὥραν
14. ἐκείνην. ψύχεται γὰρ ἡ κύστις ἐν ταῖς ἀτάκτοις καὶ ἐξαπίνης
15. ἐπὶ τὸ θερμὸν καὶ ψυχρὸν μεταβολαῖς, αἵ τ’ ἐκ τῆς
16. κακοχυμίας ἐνοχλοῦσιν αὐτὴν δριμύτητες καὶ μάλισθ’ ὅταν
17. ἐξαίφνης ἐπὶ τὸ ψυχρὸν γιγνομένης μεταβολῆς τοὺς τέως
18. διαπνεομένους καὶ δι’ ἱδρώτων κενουμένους χυμοὺς ἀποστρέψῃ
1. πρὸς τὴν κύστιν. αἱ λειεντερίαι δὲ ταχεῖαί τέ εἰσι
2. καὶ κατὰ πάντα ἀμετάβλητοι τῶν σιτίων διαχωρήσεις, ἤτοι
3. δι’ ἕλκωσιν ἐπιπολῆς κατά γε τὴν γαστέρα ἢ κατὰ τὰ ἔντερα
4. συνισταμένην τοιαύτην, οἷαί περ καὶ ἐπὶ τῶν παιδίων αἱ
5. ἄφθαι καλούμεναι ἢ δι’ ἀῤῥωστίαν τῆς καθεκτικῆς δυνάμεως.
6. ὧν τὸ μὲν πρότερον ἐπὶ δακνώδεσι χυμοῖς ἢ λεπτοῖς
7. τῇ συστάσει, τὸ δὲ δεύτερον ἐπὶ δυσκρασίᾳ μεγάλῃ τῆς
8. κοιλίας τε καὶ τῶν ἐντέρων γίγνεται. ἄμφω δὲ ταῦτα τῷ
9. φθινοπώρῳ μάλιστα γίνεσθαι συμβαίνει. τὰς δ’ ἰσχιάδας
10. εὔλογον ἐπί τε τῇ κακοηθείᾳ τῶν χυμῶν καὶ τῇ ψύξει μάλιστα
11. γίνεσθαι συμβαίνει. κυνάγχαι δὲ ἐπὶ χολώδεσι χυμοῖς
12. συνίστανται, κατασκήπτουσιν εἰς τὴν φάρυγγα.
13. καὶ διαφέρουσι τῶν κατὰ τὸ ἔαρ, ὅτι φλεγματωδέστεραί πως
14. ἐκεῖναι. καὶ μὲν δὴ καὶ τὰ ἄσθματα, διά τε τὴν ἔσω κίνησιν
15. τῶν χυμῶν καὶ τὴν ψύξιν εἴωθε γίγνεσθαι. δι’ αὐτὰ
16. δὲ ταῦτα καὶ οἱ εἰλεοὶ τῆς κάτω διεξόδου τῶν τῆς τροφῆς
17. περιττωμάτων ἐπίσχεσις ὄντες, ἐπὶ φλεγμοναῖς τὰ πολλὰ
1. λὰ μέρους τινὸς ἐντέρων γίγνονται. μάλιστα δὲ εἰκὸς ἐν
2. ψυχρῷ καὶ ξηρῷ καὶ ἀνωμάλῳ καὶ κακοχύμῳ καιρῷ βλάπτεσθαι
3. τὰ κατὰ γαστέρα τε καὶ τὰ ἔντερα. λεπτοὺς γὰρ
4. καὶ εὐκινήτους ἐν τῷ θέρει τοὺς χυμοὺς γιγνομένους διαδεχόμενον
5. τὸ φθινόπωρον ψυχρόν τε ἅμα καὶ ἀνώμαλον
6. ὑπάρχον εἰς τὸ βάθος ἄγει τοῦ σώματος. ἐν τῷ βάθει δ’
7. ἐστὶ καὶ ἡ τῶν ἐντέρων θέσις. αἱ δ’ ἐπιληψίαι γίγνονται
8. τοῖς ἐπιτηδείως ἔχουσι πάσχειν τὸ πάθος τοῦτο, διὰ τὴν
9. ἐξαιφνίδιον ἐπὶ τἀναντία μεταβολήν. θάλπος μὲν γὰρ ἐν
10. τοῖς μέσοις τῆς ἡμέρας, ψῦχος δ’ ἐν τοῖς πρώτοις καὶ
11. τελευταίοις γίγνεσθαι, οὐδὲν δ’ οὕτω τοὺς ἐπιληπτικοὺς,
12. ὡς ἡ τοιαύτη μεταβολὴ γεννᾷν πέφυκε. τὰ δὲ μανικὰ
13. πάθη διὰ τὴν ἐν τοῖς λεπτοῖς χολώδεσι χυμοῖς κακοήθειαν
14. γίγνεται, καθάπερ γε καὶ τὰ μελαγχολικὰ διὰ τὴν μέλαιναν,
15. ὑπὲρ ἧς ὀλίγον ἔμπροσθεν εἴρηται.

Cliquer un n° de page pour en afficher l’image