Galenus. In Hippocratis Aphorismos commentaria (In Hipp. Aphor. comm.) [n° 101 Fichtner] [GalLat]

Εἰς τοὺς ἀφορισμοὺς Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Aphorismes d’Hippocrate
Commentary on Hippocrates’ ‘Aphorisms’ (Hipp. Aph. comm.)
Savino, 2020.
Hippocratis Aphorismi et Galeni in eos commentarii, 1827, vol. 17b-18a, p. 345-887 1-195. urn:cts:greekLit:tlg0057.tlg092.verbatim-lat1
Savino, 2020 (ita).

Hippocratis Aphorismi et Galeni in eos commentarii, 3.24, ed. Kühn, 1827, vol. 17b, p. 627-629. urn:cts:greekLit:tlg0057.tlg092.1st1K-grc1:3.24


2. Ἐν δὲ τῇσι ἡλικίῃσι τοιάδε συμβαίνει, τοῖσι μὲν μικροῖσι
3. καὶ νεογνοῖσι παιδίοισιν ἄφθαι, ἔμετοι, βῆχες, ἀγρυπνίαι,
4. φόβοι, ὀμφαλοῦ φλεγμοναὶ, ὤτων ὑγρότητες.

6. Ἐπιμελέστερον ἐξείργασται τὰ κατὰ τὰς ἡλικίας τῶν
7. κατὰ τὰς ὤρας, εἰς μικρὰ μόρια τέμνων αὐτάς. ἐπὶ οὖν
8. τῶν παιδίων τῶν νεογνῶν ἄφθας φησὶ γίγνεσθαι. καλοῦσι
9. δὲ οὕτως τὰς ἐπιπολῆς ἑλκώσεις κατὰ τὸ στόμα, διὰ μαλακότητα
10. μάλιστα τῶν ὀργάνων γιγνομένας, μὴ φερόντων
11. μήτε τὴν ποιότητα τοῦ γάλακτος ἔχοντος οὐκ ὀλίγον ὀῤῥῶδες
12. ἐν αὐτῷ. ῥυπτικὸν δ’ ἐστὶ τοῦτο τὴν φύσιν, ὥστ’
13. οὐδὲν θαυμαστὸν ἐν μαλακοῖς σώμασιν ἐργάζεσθαί τινας
14. ἐπιπολῆς ἑλκώσεις. τοὺς δ’ ἐμέτους τηνικαῦτα εἰκὸς γίνεσθαι
15. τούτοις διὰ τὸ πλῆθος οὗ προσφέρονται γάλακτος.
16. ἀγρυπνίαι δ’ αὐτοῖς οὐδαμῶς συνήθεις εἰσὶ, κοιμᾶται γὰρ
17. τὸ πλέον τοῦ χρόνου, πλὴν εἰ δι’ αὐτὸ τὸ πάθος νομίζει
1. γινομένας ποτ’ ἀγρυπνίας τοῖς παιδίοις, ἐπειδὴ τὸ πλῆθος
2. τῶν ὕπνων κατὰ φύσιν ἦν αὐτοῖς μάλιστα. οἱ φόβοι δὲ
3. τοῖς παιδίοις γίνονται κατὰ τοὺς ὕπνους καὶ μάλιστα ἐξ
4. αὐτῶν τοῖς ἀδηφάγοις, ὅταν εὐαίσθητα μὲν ᾖ, ἀσθενῆ δ’
5. ὑπάρχῃ φύσει τὰ κατὰ τὴν γαστέρα χωρία, διαφθείρεται
6. δὲ ἡ τροφή. παρεφυλάξαμεν γὰρ οὐκ ἐπὶ τῶν τηλικούτων
7. μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ἤδη τελείων ἐν τοῖς ὕπνοις γιγνομένας
8. φαντασίας φοβερὰς, ὅταν πολλοί τε ἅμα καὶ μοχθηροὶ
9. χυμοὶ βαρύνουσι καὶ δάκνουσι τὰ κατὰ τὴν γαστέρα,
10. καὶ μάλιστα αὐτῆς τὸ στόμα, τοῦτο γὰρ αὐτῆς ἐστι τὸ αἰσθητικώτατον.
11. αἱ δὲ τῶν ὀμφαλῶν φλεγμοναὶ τῶν ἀποτετμημένων
12. οὐ πρὸ πολλοῦ δεόντως τοῖς νεογενέσι παιδίοις γίνονται,
13. καθάπερ εἰ καί τι μέρος ἔτυχεν ἑλκωθέν. ἀλλὰ
14. τάς γε μὴν τῶν ὤτων ὑγρότητας ἐν παθήμασι τίθεται,
15. καίτοι τάς γε τῆς ὑπερώας καὶ τῆς ῥινὸς οὐ τιθέμενος,
16. ὅτι κατὰ φύσιν μέν ἐστι διὰ ῥινῶν καὶ ὑπερώας μετοχετεύεσθαι
17. τὸ περίττωμα τοῦ ἐγκεφάλου καὶ γίγνεται τοῦτο
18. καὶ τοῖς τελείοις ἤδη, παρὰ φύσιν δὲ διὰ τῶν ὤτων.
1. ἀλλὰ τοῖς γε βρέφεσι καὶ διὰ τούτων ὁ ἐγκέφαλος καὶ ἐκκαθαίρεται
2. καὶ καλῶς ὁ Ἱπποκράτης ἐν τοῖς ἰδίοις τῆς ἡλικίας
3. ἔγραψε καὶ τὰς τῶν ὤτων ὑγρότητας. ἔστι μὲν οὖν
4. καὶ ὅλον τὸ σῶμα τοῖς νεογενέσι παιδίοις ἐσχάτως ὑγρὸν,
5. ὡς καὶ τὴν τῶν ὀστῶν φύσιν ἐν αὐτοῖς οἷον κηρώδη μᾶλλον
6. ὑπάρχειν ἢ λιθώδη. πολὺ δὲ μᾶλλον τῶν ἄλλων μορίων
7. ὁ ἐγκέφαλος ὑγρός ἐστιν, ὡς ἂν καὶ τοῖς τελείοις ὑπάρχων
8. τοιοῦτος, ὥστε εὐλόγως αὐτοῖς ἐπειδὴ πλῆθός ἐστι τῶν περιττῶν
9. διὰ πάντων ἐκκρίνεσθαι τῶν πόρων.

Cliquer un n° de page pour en afficher l’image