8. Πρεσβυτέροισι δὲ γενομένοισι παρίσθμια, σπονδύλου
9. τοῦ κατὰ τὸ ἰνίον εἴσω ὤσιες, ἄσθματα, λιθιάσιες,
10. ἕλμινθος στρογγύλαι, ἀσκαρίδες, ἀκροχορδόνες, σατυριασμοὶ,
11. χοιράδες καὶ τἄλλα φύματα, μάλιστα δὲ τὰ
12. προειρημένα.
14. Πρῶτον μὲν ἔγραψε τῶν νεογνῶν παιδίων, εἶθ’ ἑξῆς
15. τῶν ὀδοντοφυούντων, εἶτα νῦν περὶ τῶν μεταξὺ κατὰ τὴν
16. ἡλικίαν ἤδη, τῶν πεπαυμένων τοὺς ὀδόντας φύειν καὶ τῶν
1. πλησίων τοῦ ἡβάσκειν. ἐφεξῆς γὰρ ἐκείνων, ἐπὶ τοῖς δὲ
2. τετάρτων τῇ τάξει, μνημονεύει κατὰ τὸν ἑξῆς ἀφορισμόν.
3. ἀλλὰ τήν γε τρίτην ἡλικίαν, ἥτις νῦν πρόκειται ἡμῖν, τὴν
4. ἄχρι δωδεκάτου καὶ τρισκαιδεκάτου προϊοῦσαν ἔτους, ἁλίσκεσθαι
5. πάθεσί φησιν, ὧν πρῶτα γράφει παρίσθμια, φλεγμονὰς
6. ὄντα τῶν κατὰ τὸν ἰσθμὸν χωρίων. ἀκούειν δὲ νῦν
7. ἰσθμὸν χρὴ, τὸ μεταξὺ τοῦ στόματός τε καὶ τοῦ
8. στομάχου μόριον, ἐκ μεταφορᾶς οὕτως ὠνομασμένον, ἀπὸ
9. τῶν κυρίως λεγομένων ἰσθμῶν. αἳ δή τινές εἰσι στεναὶ γῆς
10. διέξοδοι, μεταξὺ δυοῖν θαλαττῶν. τὰ δὲ παρίσθμια ταῦτα,
11. ποτὲ μὲν αὐτοῦ μόνου τοῦ κοινοῦ, τῇ τε γαστρὶ καὶ τῷ στομάχῳ
12. καὶ τῇ φάρυγγι καὶ ὅλῳ τῷ στόματι χιτῶνός εἰσι
13. φλεγμοναὶ, ποτὲ δὲ καὶ τῶν ὑποκειμένων αὐτῶν μυῶν, ἡνίκα
14. καὶ τοῦ κατὰ τὸ ἰνίον σπονδύλου συμβαίνουσιν αἱ εἴσω
15. ῥοπαὶ, περὶ ὧν ἐφεξῆς ἐν τοῖς παρισθμίοις ἐρεῖ· σπονδύλου
16. τοῦ κατὰ τὸ ἰνίον εἴσω ὤσιες. ἑλκόμενος γὰρ ὑπὸ τῶν
17. φλεγμαινόντων μυῶν ὁ σπόνδυλος οὗτος εἰς τὸ πρόσω τοῦ
1. τραχήλου μέρος ἐπινεύει. κέκληκε δὲ οὐ πρόσω τοῦτο μέρος,
2. ἀλλ’ εἴσω Ἱπποκράτης, ὡς πρὸς τὸν σπόνδυλον ἀναφέρων
3. τὸν λόγον ὀπίσω κείμενον. ἡ γὰρ εἰς τὸ βάθος μετάστασις
4. τοῦ σώματος, ἐάν τε ἐκ τῶν ὀπίσω ἐάν τε ἐκ τῶν πρόσω
5. γένηται, διὰ μιᾶς φωνῆς δηλοῦται τῆς ἔσω. τί δή ποτ’
6. οὖν Ἱπποκράτης ἐπὶ τῶν ἀρτιγενῶν παιδίων οὔτε περὶ τῶν
7. παρισθμίων οὔτε περὶ τῆς ἔσω ῥοπῆς τοῦ κατὰ τὸ ἰνίον
8. σπονδύλου διῆλθεν, οὐδὲν ἧττον κἀκείνων ὑγρὸν καὶ περιττωματικὸν
9. ἐχόντων τὸν ἐγκέφαλον, ὡς ἐπιπέμπειν ῥεῦμα
10. τοῖς ὑποκειμένοις μορίοις· ἢ ὅτι φθάνει τὰ τηλικαῦτα διαφθειρόμενα,
11. πρὶν ὑπομεῖναι φλεγμονὴν ἰσχυρὰν, τοὺς ὑποκειμένους
12. τῇ φάρυγγι μύας ἅμα τοῖς νεύροις. καὶ ἄλλως
13. ὅτι μαλακὰ ταῦτά ἐστιν αὐτοῖς τὰ μόρια καὶ διὰ τοῦτο
14. ἀδύνατα τάσιν ὑπομεῖναι σφοδρὰν, ὡς ἐπισπᾶσθαι δύνασθαι
15. τὸν σπόνδυλον εἴσω πρὸς αὐτά. καὶ μὲν δὴ καὶ τὸ ἆσθμα,
16. καλοῦσι δ’ οὕτως οἱ Ἕλληνες τὴν πυκνὴν ἀναπνοὴν, οἷα
17. συμβαίνει τοῖς δραμοῦσιν, ἢ ὁπωσοῦν ἑτέρως εἰς σφοδρὰν
18. κίνησιν ἀχθεῖσιν. ἐπὶ μὲν τούτων γίνεται δι’ αὐτὸ τὸ
1. γυμνάσιον, ἀναπνοῆς πολλῆς τοῦ ζώου χρῄζοντος.
2. ἐπὶ δὲ τῶν ἄνευ γυμνασίου, διὰ τὴν στενοχωρίαν τῶν ἐν
3. τῷ πνεύμονι κοιλιῶν. ἡ στενοχωρία δ’ αὕτη πληρουμένου
4. τοῦ σπλάγχνου τῶν ἄνωθεν ῥευμάτων γίνεται. τὰ δὲ ῥεύματα
5. ταῦτα πλείω μέν ἐστι τοῖς νεογόνοις παιδίοις, ἀναιρεῖ
6. δ’ ὀξέως αὐτὰ, διότι καὶ ἄλλως ἔχει κακῶς. ἥτε γὰρ ἐκ
7. τῆς μήτρας εἰς τὸν πέριξ ἀέρα κατάστασις ἥ τε τῆς τροφῆς
8. ἑτερότης, ἥ τε φλεγμονὴ κατ’ ἀρχὰς μὲν τῶν κατὰ τὸν ὀμφαλὸν
9. χωρίων, αὖθις δὲ διὰ τὴν τῶν ὀδόντων γένεσιν
10. ἀσθενῆ πάντα ποιεῖ τὰ τοιαῦτα καὶ μόγις ἐφ’ οἷς εἴρηκα
11. διαρκοῦνται, μή τί γε δὴ πρὸς ἐκείνοις ἔτι καὶ τὸ ῥεῦμα
12. δυνάμενα φέρειν, εἰς πνεύμονα κατασκῆπτον. αἱ δὲ λιθιάσεις
13. ἴδιόν ἐστι τῶν παίδων πάθημα, διὰ τὴν ἀδηφαγίαν
14. ὠμοὺς χυμοὺς ἀθροιζόντων οὐκ ὀλίγους, ἐξ ὧν τὸ παχύτερον
15. ἅμα τοῖς οὔροις εἰς τὴν κύστιν ἀφικνούμενον ὕλη τῆς
16. τῶν λίθων ἐστὶ γενέσεως καὶ διὰ τὴν θερμασίαν τὴν πολλήν.
17. ἀθροίζουσι μὲν γὰρ καὶ οἱ γέροντες οὐκ ὀλίγον ὠμὸν
18. χυμὸν, οὐ διὰ τὴν ἀδηφαγίαν ὡς οἱ παῖδες, ἀλλὰ διὰ τὴν
1. ἀῤῥωστίαν τῆς πεπτικῆς δυνάμεως. οὐ μὴν τὸ γε θερμὸν
2. ἔχουσιν ἰσχυρὸν, ὃ τὴν παχεῖαν ὕλην ἐξατμίζον ἐργάζεται
3. τοὺς λίθους. ἕλμινθες δὲ καὶ ἀσκαρίδες ἀνάλογον ἐοίκασι
4. γίνεσθαι τοῖς ἄλλοις ζώοις, ὅσα τὴν γένεσιν οὐκ ἐκ σπερμάτων,
5. ἀλλ’ ἐκ σηπεδόνος ἔχει μόνον. μόνη γὰρ οὐχ ἱκανὴ
6. ταῦτα γεννῆσαι σηπεδὼν, ἀλλὰ καὶ θερμασίας πολλῆς προσδεῖται.
7. διαφθείρεται μὲν οὖν ἡ τροφὴ πολλάκις ἐν τῇ γαστρὶ
8. καὶ μάλιστα ἐν τῇ κάτω τοῖς παιδίοις. ἀλλ’ ἡ θερμασία
9. τοῖς μὲν πάνυ νέοις οὐδέπω τῆς ὕλης ἐγκρατής ἐστι.
10. τῶν δὲ τηλικούτων καὶ τὴν ὕλην ἐπέχει τὴν ἐπιτήδειον εἰς
11. ζώων τοιούτων γένεσιν, ἐπ’ αὐτῇ τε τὴν θερμασίαν προσείληφεν.
12. ἀσκαρίδες μὲν οὖν εἰσι λεπταί τινες ἕλμινθες, ἐν
13. τῷ κάτω μάλιστα τοῦ παχέος ἐντέρου μέρει γεννώμεναι, καὶ
14. φαίνονταί γε πλεῖσται σαφῶς ἐπὶ τῶν ἀπεπτούντων ὑποζυγίων
15. γεννώμεναι. τὴν δ’ ἀπεψίαν αὐτῶν ἡ δυσωδία τῶν
16. διαχωρημάτων ἐνδείκνυται. τὸ δ’ ἄλλο γένος τῶν ἑλμίνθων
17. αἱ στρογγύλαι γεννῶνται μὲν ἐν τοῖς ἄνω μᾶλλον ἐντέροις,
18. ὥστε καὶ εἰς αὐτὴν ἐπιβαίνουσιν ἔστιν ὅτε τὴν γαστέρα.
1. πολὺ δὲ πλείους αὗται τῶν ἀσκαρίδων ἐν τοῖς παισὶ γίγνονται.
2. σπανιωτέρα δ’ ἡ τῆς πλατείας ἕλμινθος γένεσίς ἐστιν,
3. ἥτις καὶ μακροτάτη γίγνεται, παρεκτεινομένη πολλάκις
4. ἅπασι τοῖς ἐντέροις. ἀλλὰ ταύτης μὲν οὐδ’ ὅλως ἐμνημόνευσεν
5. ὁ Ἱπποκράτης. ὅτι μηδὲ προὔκειτο περὶ πάντων
6. αὐτῷ διεξέρχεσθαι τῶν παθημάτων ὅσα συμβαίνει τοῖς
7. ἀνθρώποις, ἀλλ’ ἐκείνων μόνων, ὅσα γίγνεται καθ’ ἑκάστην
8. τῶν ἡλικιῶν. διὰ τοῦτο γοῦν αὐτὸς μετὰ τῶν εἰρημένων
9. κατάλογον ἐφεξῆς ἀκροχορδόνας τε καὶ χοιράδας ἔγραψε κακοχύμου
10. πλήθους ἔγγονα νοσήματα ῥέποντος ἔξω τε καὶ
11. πρὸς τὸ δέρμα. πᾶν δὲ αὐτῶν τὸ γένος ὀνομάζει φύματα
12. γράψας ἐφεξῆς οὕτως, ἀκροχορδόνες χοιράδες καὶ τἄλλα
13. φύματα. λέγονται δ’ ἐξαιρέτως ἔνια φύματα, φλεγμοναί
14. τινες αὐτόματοι τάχιστα μὲν γεννώμεναι, τάχιστα δ’ εἰς ὀξὺ
15. ὑψηλὸν αἰρόμεναι, τάχιστα δὲ καὶ ἐκπυϊσκόμεναι, καὶ πλείστη
16. γε καὶ ἡ τούτων γένεσίς ἐστιν ἐν βουβῶνι καὶ
17. μασχάλη, ὅτι καὶ ἀδένες ἐνταῦθα πολλοὶ φύσιν ἔχοντες εἰς
1. ἑαυτοὺς ἑτοίμως δέχεσθαι τὰ περιττά. τούτων τῶν ἀδένων
2. ἐστὶ πάθημα καὶ ἡ χοιρὰς οὐχ ὑπὸ θερμῆς ὕλης, οὐδ’ εἰς
3. ἐκπύησιν ἐπειγομένης, μάλιστα δὲ ψυχροτέρας τε καὶ
4. φλεγματικωτέρας.