7. Τοῖσι δὲ ἔτι πρεσβυτέροισι καὶ πρὸς τὴν ἥβην προάγουσι,
8. τουτέων τε τὰ πολλὰ καὶ πυρετοὶ χρόνιοι μᾶλλον καὶ ἐκ
9. ῥινῶν αἵματος ῥύσιες.
11. Ἄρχονται μὲν ἡβάσκειν μετὰ τὸ τεσσαρεσκαιδέκατον
12. ἔτος οἱ παῖδες. ὅσοι δὲ πλησίον ἥκουσι τῆς ἡλικίας ἐκείνης,
13. εἶεν ἄν ποτε ἐτῶν δυοκαίδεκα ἢ τρισκαίδεκα, καὶ μέντοι καὶ
14. τεσσαρεσκαίδεκά τινες αὐτῶν. οὐ γὰρ ἁπάντων ἀκριβὴς
15. μία προθεσμία τῆς ἥβης ἐστὶ, διὰ τὴν θερμότητα καὶ ψυχρότητα
16. τῆς κράσεως. οἱ μὲν γὰρ θερμοὶ πρωϊαίτερον, οἱ
17. ψυχροὶ δὲ ὀψιαίτερον ἡβάσκουσι. νοσοῦσι δ’ οἱ παῖδες
1. οὗτοι πολλὰ μὲν καὶ τῶν ἤδη προειρημένων τῇ τῆς κράσεως
2. ὁμοιότητι καὶ μέντοι καὶ πυρετοὺς χρονιωτέρους τῶν
3. ἔμπροσθεν. οὐ μὴν εἴρηκέ τι περὶ τῶν ἐν ἐκείνῃ τῇ ἡλικίᾳ
4. πλεοναζόντων πυρετῶν, ἀλλ’ ἐκ τοῦ νῦν εἰρημένου δῆλός
5. ἐστιν ἐνδεικνύμενος ὀξεῖς αὐτοὺς γίγνεσθαι. ἀλλοιοῦνται
6. γὰρ αἱ διαθέσεις τῶν παίδων τάχιστα, διὰ τὴν ὑγρότητα
7. τοῦ σώματος καὶ τὴν τῆς φυσικῆς δυνάμεως ἀῤῥωστίαν.
8. αἵματος δὲ ῥύσεις ἐκ τῶν ῥινῶν γίνονται τοῖς τηλικούτοις,
9. ἐπειδὴ πλεονάζειν ἄρχεται κατὰ τὴν ἡλικίαν ἐκείνην
10. ὁ χυμὸς οὗτος, οὐχ ὅτι πλείων γεννᾶται ἢ προσθὲν,
11. ἀλλ’ ὅτι νῦν ἦττον ἀναλίσκεται, διὰ τὸ καὶ τὴν αὔξησιν,
12. ὡς πρὸς τὴν ἀναλογίαν τοῦ σώματος, ἦττον κατὰ τὴν ἡλικίαν
13. ταύτην γίνεσθαι τῆς ἔμπροσθεν.