16. Τὰ δὲ πλεῖστα τοῖσι παιδίοισι πάθεα κρίνεται, τὰ
17. μὲν ἐν τεσσαράκοντα ἡμέρῃσι, τὰ δ’ ἐν ἑπτὰ μησὶ, τὰ δ’ ἐν
18. ἑπτὰ ἔτεσι, τὰ δὲ πρὸς τὴν ἥβην προάγουσιν. ὅσα δ’
1. ἂν διαμένῃ τοῖσι παιδίοισι πάθεα καὶ μὴ ἀπολυθῇ παρὰ
2. τὸ ἡβάσκειν ἢ ταῖσι θήλεσι περὶ τὰς τῶν καταμηνίων
3. ῥήξιας, χρονίζειν εἴωθεν.
5. Εἰ προσέκειτο τῷ λόγῳ τὰ χρόνια, κάλλιον ἂν ἦν. ὅθεν
6. ἔνιοι τὸ τοῦ πάθους ὄνομα κατὰ τῶν χρονίων μόνων οἴονται
7. λέγειν αὐτόν. ἀλλ’ ἐναντιοῦταί γε αὐτοῖς τὰ τοιαῦτα
8. κατὰ τοὺς ἀφορισμοὺς εἰρημένα, ἐν τοῖσιν ὀξέσι πάθεσιν
9. ὀλιγάκις καὶ ἐν ἀρχῇσι, τῇσι φαρμακείῃσι χρέεσθαι καὶ αἱ
10. λεπταὶ δίαιται καὶ ἐν τοῖσι μακροῖσιν ἀεὶ πάθεσι καὶ ἐν
11. τοῖσιν ὀξέσι. δῆλον οὖν ἐκ τούτων ἐστὶν ὡς οὐ μόνον ἐπὶ
12. τῶν χρονίων, ἀλλὰ καὶ ἐπὶ ὀξέων λέγειν εἴωθεν ὁ Ἱπποκράτης
13. τὸ τοῦ πάθους ὄνομα. φαίνεταί γε μὴν νῦν ἤτοι κατὰ
14. τῶν χρονίων αὐτὸ φέρων ἢ τὸν λόγον ἐλλιπῆ πεποιημένος.
15. ἀλλ’ ἡμεῖς γε ἀναπληρώσαντες αὐτὸν φήσομεν οὕτως· τὰ
16. δὲ πλεῖστα τοῖσι παιδίοισι πάθη χρόνια κρίνεται, τὰ μὲν
17. ἐν τεσσαράκοντα ἡμέρῃσι, τὰ δὲ ἐν ἑπτὰ μησὶ, τὰ δὲ ἐν
1. ἑπτὰ ἔτεσι. τῶν μὲν οὖν ἡμερῶν ἡ τεσσαρακοστὴ πρώτη
2. μὲν τῶν χρονιζόντων ἐστὶ κρίσιμος, ἐσχάτη δὲ τῶν ἐκ μεταπτώσεως
3. ὀξέων, ὡς καὶ πρόσθεν εἶπον. ὅσα δὲ τὸν ἀριθμὸν
4. τούτων ὑπερβαίνει, κατὰ τὸν τῆς ἑβδομάδος λόγον
5. ἴσχει τὴν κρίσιν, οὐκέθ’ ἡμερῶν ἑπτὰ συναριθμουμένων,
6. ἀλλὰ πρότερον μὲν μηνῶν, εἶθ’ ἑξῆς ἐτῶν. καὶ μὲν δὴ καὶ
7. ὅτι κατὰ τοῦτον ὑπερβάντα τὸν χρόνον εἰς τὴν τετάρτην
8. ἡλικίαν ἀφικνεῖται πρόδηλον. δευτέρα τε γὰρ ἑβδομὰς ἐν
9. τούτῳ τῷ χρόνῳ συμπληροῦται. καὶ ἄλλως αἱ μεταβολαὶ
10. τοῦ σώματος μεγάλαι γίνονται κατὰ τὴν ἥβην καὶ μάλιστα
11. ἐπὶ τῶν θηλειῶν, διὰ τὴν τῶν καταμηνίων φορὰν, ὥσθ’
12. ὅσα γε νοσήματα μηδὲ κατὰ ταύτην τὴν ἡλικίαν ἐλύθη μέχρι
13. πολλοῦ χρόνου παραμένειν εἴωθεν.