Galenus. In Hippocratis Aphorismos commentaria (In Hipp. Aphor. comm.) [n° 101 Fichtner] [GalLat]

Εἰς τοὺς ἀφορισμοὺς Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Aphorismes d’Hippocrate
Commentary on Hippocrates’ ‘Aphorisms’ (Hipp. Aph. comm.)
Savino, 2020.
Hippocratis Aphorismi et Galeni in eos commentarii, 1827, vol. 17b-18a, p. 345-887 1-195. urn:cts:greekLit:tlg0057.tlg092.verbatim-lat1
Savino, 2020 (ita).

Hippocratis Aphorismi et Galeni in eos commentarii, 3.29, ed. Kühn, 1827, vol. 17b, p. 640-643. urn:cts:greekLit:tlg0057.tlg092.1st1K-grc1:3.29


16. Τοῖσι δὲ νεανίσκοισιν αἵματος πτύσιες, φθίσιες,
17. πυρετοὶ ὀξέες, ἐπιληψίαι καὶ τἄλλα νοσήματα, μάλιστα
18. δὲ τὰ προειρημένα.

1. Λεπτομερῶς πάνυ διελθὼν τὰς πρώτας ἡλικίας ἄχρι
2. τῆς τῶν ἡβώντων οὐκ οἶδ’ ὅπως ὑπερέβη τὴν τῶν μειρακίων,
3. ἐν τῷ μεταξὺ τῆς τῶν ἡβώντων καὶ τῶν ἀκμαζόντων
4. οὖσαν. ἀλλ’ ἐκ τῶν εἰρημένων ἔνεστί σοί τι καὶ περὶ ταύτης
5. τεκμήρασθαι, κοινωνούσης μὲν κατὰ πολλὰ ταῖς περιεχούσαις
6. αὐτὴν ἑκατέρωθεν ἡλικίαις, ἴδιον δ’ ἐξαίρετον
7. ἐχούσης ἐπὶ τῶν ἀῤῥένων τὴν ἐκ ῥινῶν αἱμοῤῥαγίαν, ἧς
8. ἐμνημόνευσεν ἐπὶ τῶν ἐγγὺς τῆς ἥβης. ἄρχεται μὲν γὰρ
9. ἐπιφαίνεσθαι κατ’ ἐκείνην τὴν ἡλικίαν τοῦτο τὸ σύμπτωμα,
10. μάλιστα δ’ ἀκμάζει τοῖς μειρακίοις, εἶθ’ ὑφίησιν ἀνδρουμένους.
11. ἀλλὰ ταύτην τὴν ἡλικίαν ὑπερβὰς ὁ Ἱπποκράτης
12. ἐπὶ τὴν τῶν νεανίσκων ἀφικνεῖται, καὶ πρῶτον μὲν αἵματος
13. πτύσιν καὶ φθίσιν ἔγραψεν, εἶθ’ ἑξῆς πυρετοὺς ὀξεῖς καὶ
14. μετ’ αὐτοὺς ἐπιληψίαν. εἶτ’ ἐπὶ τούτοις ἔφη καὶ τὰ ἄλλα
15. νοσήματα, μάλιστα δὲ τὰ προειρημένα, καλῶς μὲν τοῦτο
16. προσγράψας, ὁρᾶται γὰρ οὕτως ἔχον, ἐλλιπῶς δὲ περὶ τῶν
17. ὀξέων πυρετῶν διελθών. οὐ γὰρ ἁπλῶς ἐχρῆν εἰπεῖν ὀξεῖς
18. καὶ οἵ γε τοῖς παισὶν οὐδὲν ἧττον ὁρῶνται γιγνόμενοι, ἀλλὰ
1. τῶν ὀξέων τριταίους μάλιστα καὶ καύσους. οὗτοι γὰρ χολωδέστατοί
2. τε πυρετῶν ἁπάντων εἰσὶ καὶ πλεῖστοι τοῖς νεανίσκοις
3. γίνονται. διότι καὶ ἡ ξανθὴ χολὴ πλεονάζει κατ’
4. αὐτὴν τὴν ἡλικίαν, ἐφ’ ἧς αἱ τοιαῦται νόσοι τοῖς ἀκμάζουσι
5. γίνονται. φθίσεις δὲ καὶ πτύσεις αἵματος οὐ κατὰ τὴν φύσιν
6. τῆς ἡλικίας πάσχουσιν, ἀλλὰ κατά τι τῶν συμβεβηκότων
7. αὐτῇ. διὸ καὶ πρόσθεν ἔλεγεν· οἱ πρεσβῦται τῶν νέων
8. τὰ μὲν πλεῖστα νοσέουσιν ἦττον, ἔνθα καὶ ἡμεῖς εἴπομεν
9. ὡς διὰ τὴν ἀκρασίαν τοῖς νέοις, οὐ διὰ τὴν ἀσθένειαν τῆς
10. δυνάμεως τὰ νοσήματα γίγνεται πολλά. κατὰ τοῦτο οὖν καὶ
11. τοῖς νεανίσκοις αἱ τοῦ αἵματος πτύσεις συμβαίνουσιν, ἤτοι
12. διὰ τὸ πληγῆναι καὶ θλασθῆναι καὶ πηδῆσαι καὶ κράξαι
13. σφοδρῶς ἢ διὰ ψύξιν καὶ χαμευνίαν ἢ πλησμονὴν ἤ τι
14. τοιοῦτον. ταῖς δὲ τοῦ αἵματος πτύσεσιν ἕπονται φθίσεις,
15. ὥστε καὶ διὰ ταῦτα νοσήσουσιν οἱ νεανίσκοι κατὰ συμβεβηκὸς,
16. οὐ πρώτως οὐδὲ τῷ λόγῳ τῆς ἡλικίας. ἐπιληψίαι δὲ
17. καίτοι κακῶς διαιτωμένοις αὐτοῖς, ὅμως οὐ γίγνονται πολλαὶ,
18. καὶ θαυμάζω πῶς καὶ ταύτας ἔγραψεν ὁ Ἱπποκράτης
1. αὐτὸς ἐν ἑτέροις, οὐ μόνον ὅτι πλεονάζουσι τοῖς παισὶν εἰπὼν,
2. ἀλλὰ καὶ ὅτι διὰ τοῦτο παιδικὸν ὀνομάζεται τὸ πάθημα
3. καὶ ὅτι κατὰ τὴν μεταβολὴν τῆς ἡλικίας παύονται.
4. γίνονται μὲν οὖν τισι καὶ τῶν νεανίσκων ἐπιληψίαι πρότερον
5. οὐκ οὖσαι, διὰ τὴν ἐν τῇ διαίτῃ πλημμέλειαν
6. ἣν ἔν τε τοῖς προσφερομένοις ποιοῦνται καὶ ἣν ἐν τοῖς διαπραττομένοις
7. ὑπ’ αὐτῶν ἔργοις, ἔν τε χαμευνίαις καὶ ἡλιώσεσι
8. καὶ χειμῶσι καὶ τοιούτοις. ἀλλ’ αὗταί γε οὐ πολλαί
9. τινές εἰσι καὶ γίγνεται δὲ καὶ ἄλλα τινὰ νοσήματα κατὰ
10. τὸν αὐτὸν λόγον, ὥστε κάλλιον ἦν ὧδέ πως εἰρῆσθαι τὸν
11. ἀφορισμόν. τοῖς δὲ νεανίσκοις γίνεται μὲν καὶ τἄλλα σχεδὸν
12. ἅπαντα τὰ ῥητὰ κατὰ τὰς ἄλλας ἡλικίας, ἐξαιρέτως δὲ
13. οἵ τε καῦσοι καὶ οἱ τριταῖοι πυρετοί. ἰστέον δὲ ὅτι ἡ
14. ἀκμαστικὴ ἡλικία λε΄ ἔτεσι περιγράφεται, ἡ δὲ παρακμαστικὴ
15. μθ΄.

Cliquer un n° de page pour en afficher l’image