18. Τοῖσι δὲ ὑπὲρ τὴν ἡλικίην ταύτην ἄσθματα, πλευρίτιδες,
1. περιπνευμονίαι, λήθαργοι, φρενίτιδες, καῦσοι, χολεραὶ,
2. διάῤῥοιαι χρόνιαι, δυσεντερίαι, αἱμοῤῥοΐδες.
4. Τῶν νεανίσκων ἡλικία κατὰ τὴν πέμπτην ἑβδομάδα
5. περιγράφεται. κατὰ τοῦτο γοῦν καὶ αὐτὸς ἔλεγεν ἐν τῷ
6. προγνωστικῷ. μᾶλλον δὲ χρὴ προσδέχεσθαι τοῦ μὲν αἵματος
7. τὴν ῥύσιν τοῖσι νεωτέροισι πέντε καὶ τριάκοντα ἐτέων.
8. ἡ γὰρ ἐχομένη τῶν νεανίσκων ἡλικία ταῖς ἐφεξῆς ἑβδομάσι
9. δύο παρεκτείνεται, πάντα μὲν ἔτι πράττειν ἐπιχειρούντων
10. αὐτῶν τὰ κατὰ τὸν βίον, παραπλησίως τοῖς ἀκμάζουσιν, οὐ
11. μὴν ὁμοίως γε ἐξαρκούντων τοῖς πόνοις. ὑπό τε γὰρ ἐγκαύσεως
12. καὶ ψύξεως καὶ χαμευνίας, ἀγρυπνίας τε καὶ πλησμονῆς
13. μᾶλλον ἐκείνων βλάπτονται. καὶ μὲν δὴ καὶ ἡ κρᾶσις
14. αὕτη τῶν τοιούτων μελαγχολικωτέρα πως ἔστι. καὶ διὰ
15. τοῦτο ἐν αὐτῇ μελαγχολῶσι πολλοὶ, καθάπερ τῶν ὡρῶν ἐν
16. φθινοπώρῳ. ὡς γὰρ ἐκεῖνο τὴν ἐν τῷ θέρει κατοπτηθεῖσαν
17. ὠχρὰν χολὴν διαδέχεται ψυχρὸν ὂν, οὕτω καὶ ἡ παρακμαζόντων
1. ἡλικία τὴν τῶν νεανίσκων, ἐπεὶ αὐτῇ ἐοικυῖα
2. μάλιστα θέρει καὶ θαυμάσαι γέ ἐστι πῶς οὐκ ἔγραψεν ἐπ’
3. αὐτῆς μελαγχολίας. εὗρόν γε μὴν ἔν τισι τῶν ἀντιγράφων
4. καὶ ταύτην γεγραμμένην, ἤτοι προσθεῖναι τὸ λεῖπον
5. τολμήσαντός τινος ὡς παρεωραμένον ὑφ’ Ἱπποκράτους, ἢ
6. τῶν ἄλλων ἡμαρτημένοις ἀντιγράφοις πιστευσάντων. ἀπόλλυνται
7. δὲ καὶ τῶν φθινόντων πολλοὶ κατὰ ταύτην τὴν ἡλικίαν
8. καὶ τῶν νεανίσκων καὶ ὅσοι ἐξ αἵματος πτύσεως ἁλίσκονται
9. φθόῃ κατὰ ταύτην ἀπόλλυνται. οὐ μὴν πτύουσί
10. γε αἷμα πολλοὶ κατὰ ταύτην, ὅτι μηδὲ πλῆθος αἵματός
11. ἐστιν ἐπὶ τοῖς τηλικούτοις. ἄσθμασι δὲ καὶ περιπνευμονίαις
12. καὶ πλευρίτισιν ἁλίσκονται μᾶλλον τῶν νεανίσκων,
13. ὡς ἂν τῇ μὲν διαίτῃ καὶ τοῖς πόνοις ὁμοίως χρώμενοι,
14. πολὺ δ’ ἀσθενέστερον ἐκείνων ἔχοντες τὸ σῶμα. καὶ
15. ὅλως ἃ παρέλιπεν ἐπὶ τῶν ἀκμαζόντων κατὰ λέξιν νοσήματα,
16. ταῦτα νῦν ἅπαντα διέρχεται. καὶ γὰρ αἱ φρενίτιδες καὶ οἱ
17. καῦσοι καὶ αἱ χολεραὶ καὶ αἱ δυσεντερίαι τοῖς νεανίσκοις
1. οὐδὲν ἧττον, ἢ τοῖς παρακμάζουσι γίνονται, τὴν ὑπόθεσιν
2. τῆς γενέσεως ἐκ τῆς ὠχρᾶς χολῆς λαμβάνουσαι. χρονιώτεραι
3. δὲ ἐπὶ τῶν παρακμαζόντων αἱ διάῤῥοιαι γίνονται,
4. διὰ τὸ τῆς ἀναδόσεως ἐλλιπές. σχεδὸν γὰρ ἁπασῶν τῶν
5. ἡλικιῶν ἡ παρακμαστικὴ βραχυτάτων δεῖται τῶν ἀναλαμβανομένων
6. εἰς τὴν ἕξιν, ὅτι καὶ τὸ διαφορούμενον ὑπ’ αὐτῶν
7. ὀλίγιστον. οὔτε γὰρ ἔτι θερμὸν ὁμοίως ἐστὶ τὸ σῶμα
8. ὡς ἔμπροσθεν οὔτε εἰς αὔξησιν ἔτι δαπανᾶται κατ’ αὐτὴν,
9. ἀλλ’ οὐδὲ τῆς καθεκτικῆς δυνάμεως ἱκανῶς ἀῤῥωστούσης,
10. ὡς ἐπὶ τῶν γερόντων, ἀποῤῥεῖ τι πλέον ἐκ τοῦ σώματος.
11. ἐπεὶ τοίνυν αἱ διάῤῥοιαι γίγνονται μὲν, ἤτοι τῆς πέψεως ἢ
12. τῆς ἀναδόσεως ἀποτυγχανομένων, γίγνονται δὲ καὶ διὰ χολῆς
13. δριμύτητα ξυούσης τὸ ἔντερον, ἅπαντα δὲ ταῦτα ἐπὶ
14. τῶν παρακμαζόντων ἐστὶν, εἰκότως ἐπ’ αὐτῶν αἱ διάῤῥοιαι
15. χρονίζουσιν. οἵ γε μὴν ληθαργικοὶ πυρετοὶ γίγνονται μὲν
16. ἐπὶ φλεγματώδει χυμῷ κατὰ τὸν ἐγκέφαλον ἠθροισμένῳ.
17. ταῖς δὲ ἔμπροσθεν ἡλικίαις ἐνδεῖ μᾶλλον ὁ χυμὸς οὗτος ἢ
18. περιττεύει. κατά γε μὴν τὴν τῶν γερόντων πάμπολυς μέν
1. ἐστιν, ἀλλὰ διὰ τὸ ψυχρὸν τῆς ἡλικίας οὐκ ἐξάπτει πυρετούς.
2. ἐπὶ δὲ τῆς τῶν ἀκμαζόντων καὶ περιττεύει ὁ τοιοῦτος
3. χυμὸς καὶ ψυχρὸν οὐδέπω τὸ σῶμά ἐστιν. αἱ λειεντερίαι
4. δὲ ἐδείχθησαν αἱ μὲν ὑπὸ τοῦ ψυχροῦ φλέγματος, αἱ
5. δὲ ὑπὸ δυσκρασίας μόνης ἄῤῥωστον ἐργαζομένης τὴν καθεκτικὴν
6. τῆς γαστρὸς δύναμιν, αἱ δ’ ὑπό τινος ἑλκώδους
7. διαθέσεως γιγνόμεναι, καὶ ταῦτα πάντα πλεονάζει τοῖς παρακμάζουσιν.
8. αἱ δ’ αἱμοῤῥοΐδες οἰκεῖον ὄντως εἰσὶ τῆς ἡλικίας
9. ταύτης πάθος, ὥσπερ αἱ μελαγχολίαι. γίνονται γὰρ
10. ὑπὸ μελαίνης χολῆς, ἐπειδὰν εἰς τὰς κατὰ τὴν ἕδραν φλέβας
11. ἀθροώτερον κατασκήψῃ. ἐμοὶ μὲν οὖν εἴρηται τῶν κατειλεγμένων
12. ἁπάντων παθῶν ἡ αἰτία. τὸ δ’ ἐπιστημονικὸν
13. τῆς πίστεως αὐτῶν, ὑπάρχει τοῖς ἀναλεξαμένοις τὰς περὶ
14. τούτων ἀποδείξεις, ἃς ἐν ταῖς ἡμετέραις πραγματείαις πεποιήμεθα.
15. καταμαθήσεται δ’ αὐτὰς ὁ βουλόμενος ὁπόσαι
16. τέ εἰσι καὶ ὁποῖαι καὶ ἥντινα θεωρίαν διδάσκουσα ἑκάστη
17. τὸ περὶ τῆς τάξεως τῶν ἡμετέρων ὑπομνημάτων ἀναγνοὺς
18. βιβλίον. ἐκ τούτων γὰρ ὁρμηθεὶς εἴσεται πῶς ἑκάστην
19. αὐτῶν ἀναγνωστέον ἐστί.