Galenus. In Hippocratis Aphorismos commentaria (In Hipp. Aphor. comm.) [n° 101 Fichtner] [GalLat]

Εἰς τοὺς ἀφορισμοὺς Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Aphorismes d’Hippocrate
Commentary on Hippocrates’ ‘Aphorisms’ (Hipp. Aph. comm.)
Savino, 2020.
Hippocratis Aphorismi et Galeni in eos commentarii, 1827, vol. 17b-18a, p. 345-887 1-195. urn:cts:greekLit:tlg0057.tlg092.verbatim-lat1
Savino, 2020 (ita).

Hippocratis Aphorismi et Galeni in eos commentarii, 3.31, ed. Kühn, 1827, vol. 17b, p. 648-651. urn:cts:greekLit:tlg0057.tlg092.1st1K-grc1:3.31


2. Τοῖσι δὲ πρεσβύτῃσι δύσπνοιαι καὶ κατάῤῥοι βηχώδεες,
3. στραγγουρίαι, δυσουρίαι, ἄρθρων πόνοι, νεφρίτιδες,
4. ἴλιγγοι, ἀποπληξίαι, καχεξίαι, ξυσμὸς τοῦ σώματος
5. ὅλου, ἀγρυπνίαι, κοιλίης καὶ ὀφθαλμῶν καὶ ῥινῶν
6. ὑγρότητες, ἀμβλυωπίαι, γλαυκώσιες, βαρυηκοΐαι.

8. Τοὺς πρεσβύτας τῶν γερόντων ἔνιοι τῶν ὑπὸ Ἱπποκράτους
9. διορίζουσιν, ἐπὶ μὲν τῆς τελευταίας ἡλικίας τὸ τῶν
10. γερόντων ὄνομα διορίζοντές τε καὶ διὰ παντὸς ἡγούμενοι λέγεσθαι,
11. τὸ δὲ τῶν πρεσβύτων ἐπὶ τῆς πρὸ αὐτῆς, ἥτις
12. ἐστὶ μέση τῆς τε τῶν νεανίσκων καὶ τῆς τῶν γερόντων.
13. ἀλλὰ νῦν γε σαφῶς ἐνεδείξατο πρεσβύτας ὀνομάζων τοὺς
14. τὴν ἐσχάτην ἄγοντας ἡλικίαν· ἐν αὐτοῖς γοῦν καταπαύει τὸν
15. λόγον ὡς ἁπάσας ἤδη διεληλυθώς. ἁλίσκονται δ’ οὗτοι
16. συνεχέστατα κατάῤῥοις βηχώδεσι, διά τε τὸ ῥᾳδίως ψύχεσθαι
17. τὰ περὶ τὴν κεφαλὴν καὶ διὰ τὸ πολλὰ γεννᾶσθαι
1. περιττώματα τούτοις φλεγματικὰ ψυχρῶν τὴν κρᾶσιν ἱκανῶς
2. ἤδη γενομένων τῶν κατὰ τὸν ἐγκέφαλον. ἄσθματα δὲ
3. διά τε τοὺς κατάῤῥους τούτους καὶ ἄλλως τῶν ἀναπνευστικῶν
4. ἰδίαν ἀρχὴν ψύξεως πολλάκις λαμβανόντων, ἅτε δὴ
5. πολλῶν τε καὶ παχέων ἐν αὐτοῖς περιττωμάτων γιγνομένων
6. καὶ προσέτι τῆς δυνάμεως ἀσθενοῦς οὔσης, ἐμφράττονται
7. πολλάκις οἱ νεφροὶ καὶ τοὺς λίθους γεννῶσιν, ὅταν γλίσχρον
8. ἢ παχὺ περίττωμα μένον αὐτόθι πωρώδη λάβῃ σύστασιν.
9. ἄρθρων δὲ πόνοι γίγνονται, ὁτὲ μὲν ἐπιῤῥεόντων ἐνίοις περιττῶν
10. ἐνταῦθα, ἔστι δ’ ὅτε καὶ τῇ ψύξει ἐτῶν κινούντων
11. ὀργάνων αὐτά. καὶ τοὺς ἰλίγγους δὲ πολλάκις μὲν αὐτοῖς
12. τοῖς κατὰ τὸν ἐγκέφαλον χωρίοις ἀτμώδους πνεύματος ἄτακτος
13. κίνησις ἐργάζεται, πολλάκις δ’ ἀθροισθέντων ἐν τῇ
14. γαστρὶ περιττωμάτων μοχθηρῶν ἀτμώδης ἀναθυμίασις ἐπὶ
15. τὸν ἐγκέφαλον φέρεται. περὶ δὲ τῆς ἀποπληξίας τί δεῖ καὶ
16. λέγειν; οὐδὲν γὰρ οὕτως οἰκεῖόν ἐστι νόσημα τῇ τῶν γερόντων
17. ἡλικίᾳ, διὰ τὸ πληροῦσθαι τὸν ἐγκέφαλον αὐτοῖς
1. φλεγματωδῶν περιττωμάτων. εἴ γε μὴν ἕλκος που γένηται
2. γέροντι, δυσχερῶς ὑγιάζεται διὰ τὴν ἔνδειαν τοῦ αἵματος
3. καὶ κνῶνται πυκνῶς ὅπερ, ὠνόμασε ξυσμοὺς, ὡς ἂν τῶν τὴν
4. κίνησιν ἐργαζομένων περιττωμάτων δυσχερῆ τὴν διὰ τοῦ
5. δέρματος ἐχόντων κένωσιν. εἰκὸς γάρ που τῇ ψύξει καὶ
6. τὸ δέρμα πυκνούμενον αὐτοῖς εἶναι καὶ τὰ περιττώματα
7. πλείω τε ἅμα καὶ παχύτερα. οὐ γὰρ δὴ πάντες συνεχῶς
8. ἀγρυπνοῦσι καὶ ἄλλως μὲν ὅτι φροντιστικόν πως
9. ὑπάρχει τὸ γῆρας, ἀλλὰ καὶ διὰ τὴν τοῦ σώματος ξηρότητα,
10. διὸ καὶ μᾶλλον ἀγρυπνοῦσιν ὅταν ἀκριβῶς ὑγιαίνουσι. λέλεκται
11. τοιγαροῦν ἡμῖν ἐν τοῖς περὶ κράσεως ὑπομνήμασιν
12. αὐτὰ μὲν τὰ μόρια τοῦ σώματος ἐν τῷ γήρᾳ γίνεσθαι ξηρότητα,
13. περιττωμάτων δὲ πλῆθος ἀθροίζεσθαι φλεγματωδῶν.
14. διὸ πρὸς τῶν πολλῶν εἰκότως ὑπολαμβάνεται ψυχρὸν
15. καὶ ὑγρὸν τὸ γῆρας. ἐν ᾧ μὲν χρόνῳ ταῦτ’ ἀθροισθῇ,
16. πλείω κατὰ τὸ ἐγκέφαλον, ὑπνώδεις γίγνονται μᾶλλον, ἐν ᾧ
17. δ’ ἂν ἐκκρίνηται καλῶς, ἀγρυπνητικοί. συμβαίνει δὲ καὶ
18. γεννᾶσθαι μείω καὶ θᾶττον ἐκκρίνεσθαι μᾶλλον καθ’ ὃν ἂν
1. ὑγιεινῶς διάγωσι χρόνον, ὅθεν καὶ μάλιστα πάθος ἴδιον
2. δοκεῖ γεροντικῆς ἡλικίας ἀγρυπνία. αἱ δ’ ὑγρότητες αὐτοῖς
3. αἵ τε τῶν ὀφθαλμῶν καὶ τῶν ῥινῶν εὔδηλον ὅτι διὰ τὰ
4. τοῦ ἐγκεφάλου περιττώματα γίγνεται. τῶν δ’ αὐτῶν τούτων
5. καταῤῥεόντων εἰς τὴν γαστέρα καὶ αὐτὴ πολλάκις ὑγραίνεται.
6. αἱ δ’ ἀμβλυωπίαι καὶ αἱ βαρυηκοΐαι διὰ τὴν τῆς αἰσθητικῆς
7. δυνάμεως ἀμαύρωσιν αὐτοῖς γίγνονται. γλαυκώσεις δὲ διὰ
8. τὴν τῶν ὀργάνων ἄμετρον ξηρότητα καὶ διὰ τὸ τὴν ἰδέαν
9. τοῦ ὑποχύματος ἔχειν.

Cliquer un n° de page pour en afficher l’image