5. Νότοι βαρυήκοοι, ἀχλυώδεες, καρηβαρικοὶ, νωθροὶ, διαλυτικοί.
6. ὁκόταν οὗτος δυναστεύῃ, τοιαῦτα ἐν τῇσιν ἀῤῥωστίῃσι
7. πάσχουσι. ἢν δὲ βόρειον ᾖ, βῆχες, φάρυγγες, κοιλίαι
8. σκληραὶ, δυσουρίαι, φρικώδεες, ὀδύναι πλευρέων,
9. στηθέων. ὁκόταν οὗτος δυναστεύῃ, τοιαῦτα ἐν τῇσι ἀῤῥωστίῃσι
10. προσδέχεσθαι χρή.
12. Τὸ μὲν οὖν γινόμενον ἐδήλωσεν εἰπὼν ὅτι νότοι βαρυήκοοι,
13. ἀχλυώδεις, καρηβαρικοὶ, νωθροὶ, διαλυτικοί. τὴν
14. δ’ αἰτίαν προσγράψας, ὅταν οὗτος δυναστεύῃ, τοιαῦτα ἐν
15. τῇσιν ἀῤῥωστίῃσι πάσχουσιν. ἀεὶ γὰρ χρὴ τὸν ἰατρὸν ἀποχωρίζειν
16. τε καὶ διακρίνειν τὸ διά τι τῶν ἔξωθεν, οὐ διὰ
1. τὰς νόσους γεγονὸς, ἵνα καὶ τὰς προγνώσεις ἀκριβέστερον
2. ποιῆται. τὴν δ’ αἰτίαν δι’ ἣν οἱ νότοι βαρυηκοΐαν ποιοῦσι
3. καὶ ἀχλυώδη τὴν ὄψιν, οὐ χαλεπὸν ἐκ τῆς κράσεως αὐτοῦ
4. κατανοῆσαι, θερμοῦ καὶ ὑγροῦ τὴν φύσιν ὑπάρχοντος.
5. πάντα γὰρ τὰ τοιαῦτα πληρωτικὰ τῆς κεφαλῆς εἰσι, διὰ
6. τοῦτ’ οὖν τά τε τῶν αἰσθήσεων ὄργανα μετὰ πολλῆς ὑγρότητος
7. ἀποφαίνουσι καὶ καρηβαρίας ἐργάζονται. τῆς δ’ ἀρχῆς
8. τῶν νεύρων ὑγρασμένης, ἀναγκαῖόν ἐστι καὶ περὶ τὰς
9. καθ’ ὁρμὴν ἐνεργείας γίνεσθαι νωθρότητα καὶ ὥσπερ διαλελυμένον
10. ἐν ἑαυτῷ φαίνεσθαι τὸν ἄνθρωπον. ἐξ ὑπεναντίου
11. δὲ πάλιν ἐν τοῖς βορείοις, ὡς αὐτὸς ἐρεῖ κατωτέρω,
12. συνίσταται τὰ σώματα καὶ εὔτονα, εὐκίνητα καὶ
13. εὐηκοώτερα γίνεται. νυνὶ δὲ οὐκ ἀντέθηκε ταῦτα τοῖς ὑπὸ
14. τοῦ νότου περὶ τὸ σῶμα συμβαίνουσιν, ἐπειδὴ κατὰ τὸν
15. ἀφορισμὸν τοῦτον αὐτῷ περὶ τῆς ἐξ ἑκατέρων τῶν ἀνέμων
16. βλάβης διελθεῖν, προὔκειτο μόνον, ἵν’ εἰδότες ταῦτα ἀποχωρίζωμεν
17. ὅσα διὰ τὰς νόσους συμβαίνει· ἐν τοῖς βορείοις
18. οὖν, φησὶ, γίνονται βῆχες διὰ δυσκρασίαν δηλονότι τῶν
1. ἀναπνευστικῶν ὀργάνων καὶ διὰ τὴν τραχύτητα τῆς φάρυγγος,
2. ὑπὲρ ἧς ἐνεδείξατο προσθεὶς τὸ φάρυγγες, ἵνα προσυπακούσωμεν
3. τὸ πάσχουσι. καὶ γὰρ καὶ οὕτως εἴωθεν ἑρμηνεύειν
4. ἐνίοτε· μετ’ ὀλίγα οὖν ἐρεῖ τοῦ μὲν φθινοπώρου
5. καὶ θερινῶν τὰ πολλὰ, πυρετοὶ τεταρταῖοι καὶ πλάνητες
6. καὶ σπλῆνες. ἔνεστι δὲ καὶ συνάπτοντας ἀναγινώσκειν ἅμα
7. τὰ δύο. φάρυγγες, κοιλίαι σκληραὶ, καθάπερ ἔνιοι τῶν ἐξηγητῶν
8. ἠξίωσαν. αἵ τε γὰρ φάρυγγες ἐν ταῖς βορείαις καταστάσεσι
9. γίνονται σκληραὶ διὰ τὸ ξηραίνεσθαί τε καὶ ψύχεσθαι
10. καὶ ἡ γαστὴρ ἡ κάτω σκληρὰ διαχωρεῖ διά τε
11. τὴν κρᾶσιν τῆς καταστάσεως ἐπὶ ξηρότερον ῥέπουσαν, ὅλου
12. τοῦ σώματος ξηραινομένου καὶ μᾶλλον ἕλκοντος εἰς ἑαυτὸ
13. τὰς ἐκ τῶν σιτίων ὑγρότητας. οὐ μὴν ἀλλὰ καὶ διό τε
14. χρόνῳ πλείονι μένοντα καὶ μὴ διαχωρούμενα πάντα ἐξικμάζεται.
15. καὶ αἱ δυσουρίαι δὲ γίνονται τῆς κύστεως βλαπτομένης
16. ἐν τῷ βοῤῥᾷ διὰ τὴν ψύξιν· ἄναιμός τε γάρ ἐστι
17. ψυχρὰ καὶ διὰ ταῦτα πλέον ἢ τἄλλα μόρια τοῖς ψυχροῖς
18. αἰτίοις εὐάλωτα. ἡ αὐτὴ δὲ τοῦ βοῤῥᾶ ψυχρότης καὶ τὰς
1. τοῦ θώρακος ὀδύνας ἐργάζεται τῇ κοινῇ πρὸς τἄλλα μόρια
2. βλάβῃ καὶ τὴν ἐκ τῆς ἀναπνοῆς αὐτοῦ προσειληφότος, ἥτις
3. οὐχ ὁμοίως ἅπτεται πνεύμονός τε καὶ καρδίας, διὰ τὸ
4. πλῆθος τῆς ἐν αὐτοῖς θερμασίας. τὸ δὲ φρικώδεις γίνεσθαι
5. τοὺς ἀνθρώπους ἐν ταῖς βορείαις καταστάσεσι, πρόδηλον
6. ὡς διὰ τὴν τοῦ περιέχοντος ἀκόλουθον κρᾶσιν.