12. Ἐν τοῖσιν αὐχμοῖσι πυρετοὶ ὀξέες γίνονται, καὶ ἢν μὲν ἐπὶ
13. πλέον ᾖ τὸ ἔτος τοιοῦτον ἐὸν, ὁκοίην καὶ τὴν κατάστασιν
14. ἐποίησεν, ὡς ἐπὶ τὸ πολὺ καὶ τὰ νοσήματα τοιαῦτα δεῖ
15. προσδέχεσθαι.
17. Οὐ πολλοὺς πυρετοὺς ἐν τοῖς αὐχμοῖς γίνεσθαί φησιν,
18. ἀλλ’ ὀξεῖς, ἐπεί τοί γε μετ’ ὀλίγον ἐρεῖ· τῶν δὲ καταστάσεων
1. τοῦ ἐνιαυτοῦ τὸ μὲν ὅλον οἱ αὐχμοὶ τῶν ἐπομβρίων
2. μᾶλλόν εἰσιν ὑγιεινότεροι καὶ ἧσσον θανατώδεες καὶ τοῦτο
3. ἐφεξῆς συνάπτων πάλιν ἐρεῖ· νοσήματα δὲ ἐν μὲν τῇσιν
4. ἐπομβρίῃσιν ὡς τὰ πολλὰ γίνονται, πυρετοί τε μακροὶ δεόντως.
5. ἡ μὲν γὰρ ὑγρότης τοῦ περιέχοντος τούς τε φλεγματώδεις
6. ἀθροίζει χυμοὺς καὶ τῶν ὑδατωδῶν περιττωμάτων
7. οὐκ ὀλίγα, ἡ δὲ ξηρότης ἐνδεεστέρους μὲν τῷ πλήθει τοὺς
8. χυμοὺς ἐργάζεται, χολωδεστέρους δὲ τῇ ποιότητι καὶ διὰ
9. τοῦτο οἱ πυρετοὶ τὸν ἀριθμὸν μέν εἰσιν ἐλάττους τῶν ἐν
10. ταῖς ἐπομβρίαις, ὀξύτεροι δὲ γίνονται. τὰ δ’ ἑξῆς τούτων
11. εἰρημένα κατὰ τὸν ἀφορισμὸν εὔδηλα.