2. Ἐν φθινοπώρῳ ὀξύταται αἱ νοῦσοι καὶ θανατωδέστατοι ὡς
3. ἐπίπαν. ἦρ δὲ ὑγιεινότατον καὶ ἥκιστα θανατῶδες.
5. Ὁπόταν αἱ ὧραι τὴν προσήκουσαν ἅπασαν φυλάττωσι
6. κρᾶσιν, ὑγιεινότατον μὲν ἐν αὐταῖς ἔσται τὸ ἔαρ, ὡς ἂν εὔκρατον
7. ὄν. ὀξυτάτας δὲ νόσους καὶ θανατώδεις, ὡς ἐν
8. ὥραις, οἴσει τὸ φθινόπωρον, ἐπειδὴ τὸ μὲν ἔαρ εὔκρατόν
9. ἐστι, τὸ δὲ φθινοπώρῳ πρῶτον μὲν ὑπάρχει, τὸ τῆς αὐτῆς
10. ἡμέρας, ὁτὲ μὲν θάλπος, ὁτὲ δὲ ψῦχος ἴσχει. εἶτα
11. διαδέχεται τὴν θερινὴν ὥραν, ἐν ᾗ πολλοῖς μὲν οἱ χυμοὶ
12. κατωπτήθησαν, ἐνίοις δὲ καὶ ἡ δύναμις ἔκαμεν. οὐ μόνον
13. δὲ κατὰ τοῦτο μοχθηρόν ἐστι τὸ φθινόπωρον, ἀλλὰ καὶ ὅτι
14. πρῶτον μὲν οἱ χυμοὶ τὴν ὑπὸ τὸ δέρμα κίνησιν ἐκινοῦντο
15. καὶ διεπνέοντο. κατὰ δὲ τὸ φθινόπωρον εἰς τὸ βάθος, ὑπὸ
16. τῆς τοῦ περιέχοντος ψύξεως, ὠθοῦνταί τε καὶ συνελαύνονται.
17. ταῦτα μὲν οὖν ἅπασιν ἀνθρώποις κοινὰ, τοῖς δ’ οὐκ
18. ὀρθῶς διαιτωμένοις ἐξ ἐπιμέτρου προσέρχεται τὸ κατὰ
1. τὰς ὁπώρας, ὧν ἀφθόνως ἐμπιπλάμενοι κακοχυμίας
2. πληροῦνται.