ΙΠΠΟΚΡΑΤΟΥΣ ΑΦΟΡΙΣΜΟΙ ΚΑΙ
ΓΑΛΗΝΟΥ ΕΙΣ ΑΥΤΟΥΣ
ΥΠΟΜΝΗΜΑΤΑ.
1.
Προοίμιον Γαληνοῦ. Ἐν τῷ τρίτῳ
2. τῶν εἰς τοὺς ἀφορισμοὺς ὑπομνημάτων τῷδε περὶ τῶν κατὰ
3. τὰς ὥρας τε καὶ ἡλικίας Ἱπποκράτει γεγραμμένων ἐξηγησόμεθα.
4. μάλιστα μὲν οὖν ὅσον ἐν αὐτοῖς ἀσαφές
5. ἐστι σαφηνίζοντες, ἔργον γὰρ τοῦτο ἴδιον ἐξηγήσεως, οὐ
6. μὴν ἀλλὰ καὶ τὴν ἀπόδειξιν ἑκάστου τῶν ὀρθῶς εἰρημένων
7. προστιθέντες, ἐπειδὴ καὶ τοῦτ’ ἔστιν ἔθος ἐν τοῖς ὑπομνήμασιν
1. γίνεσθαι. θαυμάζω δὲ κἀνταῦθα τὴν ἀνωμαλίαν τοῦ
2. Λύκου γράφοντος μὲν, ὥς φησιν, ἐξηγήσεις Κοΐντου τοῦ διδασκάλου,
3. μηδενὶ δὲ τῶν κατὰ τὰς ὥρας καὶ ἡλικίας εἰρημένων
4. προσθέντος πίστιν ἀποδεικτικὴν, ἀλλ’ εἰς ἐμπειρίαν
5. καὶ τήρησιν ἀναπέμψαντος ἅπαντα, καίτοι γ’ ἄλλους πολλοὺς
6. ἀφορισμοὺς ἐξηγούμενος αὐτὸς ἐπισκέπτεται λογικῶς
7. ὑπὲρ τῆς ἐν αὐτοῖς ἀληθείας, οὐκ ἀρκούμενος μόνῃ τῇ πείρᾳ.
8. ὅτι δ’ οὐ δυνατὸν ἐστι μόνῃ τῇ πείρᾳ τοιαύτην ἀθροῖσαι
9. θεωρίαν Ἱπποκράτης τε αὐτὸς ἐνδείκνυται τοῦτο καὶ προδόντος
10. ἐπιδειχθήσεται τοῦ λόγου.