Galenus. In Hippocratis Aphorismos commentaria (In Hipp. Aphor. comm.) [n° 101 Fichtner] [GalLat]

Εἰς τοὺς ἀφορισμοὺς Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Aphorismes d’Hippocrate
Commentary on Hippocrates’ ‘Aphorisms’ (Hipp. Aph. comm.)
Savino, 2020.
Hippocratis Aphorismi et Galeni in eos commentarii, 1827, vol. 17b-18a, p. 345-887 1-195. urn:cts:greekLit:tlg0057.tlg092.verbatim-lat1
Savino, 2020 (ita).

Hippocratis Aphorismi et Galeni in eos commentarii, 4.1, ed. Kühn, 1827, vol. 17b, p. 652-655. urn:cts:greekLit:tlg0057.tlg092.1st1K-grc1:4.1

ΙΠΠΟΚΡΑΤΟΥΣ ΑΦΟΡΙΣΜΟΙ ΚΑΙ

ΓΑΛΗΝΟΥ ΕΙΣ ΑΥΤΟΥΣ

ΥΠΟΜΝΗΜΑΤΑ.


2. Τὰς κυούσας φαρμακεύειν, ἢν ὀργᾷ, τετράμηνα
3. καὶ ἄχρι ἑπτὰ μηνῶν, ἧσσον δὲ ταύτας. τὰ δὲ νήπια
4. καὶ πρεσβύτερα εὐλαβέεσθαι χρή.

6. Αἱ πρὸς τὰς μήτρας συμφύσεις τῶν ἐμβρύων
7. ἀνάλογον ἔχουσι ταῖς τῶν καρπῶν πρὸς τὰ φυτά. ταυτὶ
1. γάρ τοι κατὰ μὲν τὴν πρώτην γένεσιν ἀσθενέσι λαβαῖς
2. συνέχεται καὶ διὰ τοῦτο ἀποπίπτει ῥᾳδίως, ἐπειδὰν σφοδρότερος
3. ἄνεμος αὐτὰ διασείσῃ. μετὰ ταῦτα δὲ αὐξανόμενα
4. δύσλυτον ἔχει τὴν πρὸς τὰ φυτὰ κοινωνίαν, ὥσπερ αὖ πάλιν,
5. ἐπειδὰν τελειωθῇ, καὶ χωρὶς τῆς ἔξωθεν βίας ἀποπίπτει.
6. κατὰ τὸν αὐτὸν δὴ τρόπον καὶ τὰ κυούμενα ἐν μὲν
7. τῷ πρώτῳ χρόνῳ τῆς καταβολῆς τοῦ σπέρματος, κἂν ἅλλεσθαί
8. ποτε συμβῇ τὴν γυναῖκα ἢ καταπεσεῖν ὀλισθήσασαν
9. ἢ ὁπωσοῦν ἄλλως σφοδρότερον ἢ κατὰ ψυχὴν ἢ κατὰ σῶμα κινηθῆναι,
10. ῥᾳδίως ἀποῤῥήγνυνται. παραπλησίως δὲ καὶ ἐπειδὰν
11. ἤδη τέλεια τυγχάνειν ὄντα. ὁ δὲ μεταξὺ χρόνος ἀσφαλεστέραν
12. ἔχει τὴν σύμφυσιν, ὥστε καὶ κινήσεων σφοδροτέρων ἀνέχεσθαι
13. τὴν κύουσαν ἄνευ τοῦ βλαβῆναι τὸ ἔμβρυον. ἅπερ
14. ἐπιστάμενος ὁ Ἱπποκράτης εἰκότως ἔφη, τὰς κυούσας φαρμακεύειν,
15. ἢν ὀργᾷ, τετράμηνα καὶ ἄχρις ἑπτὰ μηνῶν, ὅσπερ
16. ἐστὶν ἐν τῷ μέσῳ τῆς κινήσεως, ἡνίκα ἀκριβῶς ἐνέχεται
17. τῇ μήτρᾳ τὸ κυούμενον. οὐ μὴν οὐδ’ ἐν τούτῳ πάσας ὅσαι
18. δέονται καθάρσεως ἐπιτρέπει καθαίρειν, ἀλλ’ ἢν ὀργᾷ, φησὶ,
1. τουτέστιν ἐπείγεται· μετενήνεκται γὰρ ἀπὸ τῶν ὀργώντων
2. ἐπὶ συνουσίαν ζώων ἡ προσηγορία. ὅταν οὖν κινῶνταί τε
3. καὶ φέρωνται πάντῃ τοῦ σώματος οἱ πλεονάζοντες χυμοὶ,
4. μηδέπω καθ’ ἕν τι μόριον ἐστηριγμένοι, τηνικαῦτα πρὸς
5. τὴν ἀπόκρισιν αὐτῶν ἡ φύσις ὁρμᾷ καὶ δεῖταί τινος ὀρέξοντος
6. χεῖρα καὶ ποδηγήσοντος αὐτὴν τὴν ὁρμὴν ἐπὶ τὴν
7. γαστέρα. τοὺς δὲ καθ’ ἕν τι μόριον ἐστηριγμένους χυμοὺς
8. οὐ χρὴ κινεῖν· οὕτως γοῦν εἴρηται κἀκεῖνο. ὁκόσοι δὲ τὰ
9. φλεγμαίνοντα ἐν ἀρχῇσι τῶν νοσημάτων φαρμακεύῃ, λύειν
10. εὐθέως ἐπιχειροῦσι, τοῦ μὲν ξυντεταμένου καὶ φλεγμαίνοντος
11. οὐδὲν ἀφαιρέουσιν, οὐ γὰρ ἐνδιδοῖ ὠμὸν ἐὸν τὸ πάθος,
12. τὰ δ’ ἀντέχοντα τῷ νοσήματι καὶ ὑγιεινὰ συντήκουσιν.
13. ὅτι δὲ τὸ φαρμακεύειν ὁ Ἱπποκράτης ἐπὶ τοῦ διὰ
14. φαρμάκου καθαίρειν εἴωθε λέγειν ὡμολόγηται πᾶσιν ὅσοι
15. κἂν ἐπὶ βραχὺ τῆς λέξεως αὐτοῦ συνιᾶσιν. ἵνα γὰρ ἐάσας
16. τις τὰ ἄλλα βιβλία τῶνδε γεγραμμένων ἀφορισμῶν μνημονεύσῃ,
17. κατ’ οὐδένα τρόπον οἶόν τ’ ἐστὶν ἀκούειν ἐν αὐτοῖς
1. ἄλλο τι σημαίνεσθαι πρὸς τῆς φαρμακεύειν φωνῆς, ὡς ὀλίγον
2. ὕστερον ἔσται δῆλον.

Cliquer un n° de page pour en afficher l’image