15. Φαρμακεύειν ἐν τῇσι λίην ὀξέσιν, ἢν ὀργᾷ, αὐθημερόν·
16. χρονίζειν γὰρ ἐν τοῖσι τοιουτέοισι κακόν.
1. Εἴρηταί μοι καὶ πρόσθεν ὅτι τὴν ὀργᾷ φωνὴν ὁ Ἱπποκράτης
2. ἀπὸ τῶν ζώων μετενήνοχε τῶν ἐπειγομένων χρῆσθαι
3. συνουσίᾳ, φυσικήν τινα ταύτην ἐπιθυμίαν ἰσχόντων
4. αὐτῶν εἰς τὴν τοῦ σπέρματος ἀπόκρισιν. ἐδείχθη γὰρ ἐν
5. τοῖς περὶ σπέρματος λόγοις καὶ τὸ θῆλυ κατὰ τὰς συνουσίας
6. σπερμαῖνον. ὅταν οὖν ἤτοι γε ἐν ὅλῳ τῷ σώματι
7. παραπλησία τῇδε γένηται τῆς φύσεως ὁρμὴ πρὸς ἀπόκρισιν
8. τῶν περιττῶν ἢ εἰ καὶ μὴ καθ’ ὅλον, ἀλλά γε κατὰ τὰ
9. κυριώτατα μέρη, τὸ τοιοῦτον ὁ Ἱπποκράτης ὀργᾷν ὀνομάζειν
10. εἴωθεν. ἀξιοῖ τε διὰ φαρμάκου κενοῦν αὐτίκα, πρὶν
11. ἤτοι κακωθῆναι τὴν δύναμιν ἢ αὐξηθῆναι τὴν τοῦ πυρετοῦ
12. θερμασίαν ἢ εἰς κύριόν τι κατασκῆψαι μόριον τοὺς ἁλωμένους
13. κατὰ τὸ σῶμα χυμούς. ὅτι δὲ λίαν ὀξέα κέκληκε
14. νῦν ἃ πρόσθεν ὠνόμασε κατόξεα δῆλον παντί καὶ μέντοι
15. καὶ ὅτι τῆς τούτων κρίσεως ὅρος ἐστὶν ἡ ἑβδομὰς ἡ πρώτη
16. λέλεκταί μοι καὶ τοῦτο πρόσθεν.