2. Ὁκόσοισι στρόφοι καὶ περὶ τὸν ὀμφαλὸν πόνοι καὶ ὀσφύος
3. ἄλγημα μὴ λυόμενον μήτε ὑπὸ φαρμακίης μήτ’ ἄλλως
4. εἰς ὕδρωπα ξηρὸν ἰδρύεται.
6. Οἱ μὲν στρόφοι γίγνονται διά τε δῆξιν ἰσχυρὰν καὶ
7. πνεῦμα φυσῶδες οὐκ ἔχον διέξοδον, ἀλλ’ ἐν ταῖς ἐντέρων
8. ἕλιξιν ἐναπειλημμένον, οἱ πόνοι δὲ ὅτι ταῖς τοιαύταις διαθέσεσιν
9. ἕπονται πρόδηλον. ἀλλ’ ὅταν μὲν κατὰ τὸν ὀμφαλὸν
10. ἐρείδωσι καὶ τὴν ὀσφὺν, εἶτα μήθ’ ὑπὸ φαρμακείας
11. μήθ’ ὑπὸ τῶν ἄλλων βοηθημάτων λύονται, δυσκρασία τίς
12. ἐστιν ἑκτικὴ τῶν αὐτῶν μορίων, ἥτις ὡς τὰ πολλὰ χρονίζοντα
13. τὸν ὑφ’ Ἱπποκράτους ὀνομαζόμενον ξηρὸν ὕδρωπα
14. ἐργάζεται. ὀνομάζεται δ’ ὑπὸ τῶν μετ’ αὐτὸν ἰατρῶν ὁ
15. τοιοῦτος ὕδερος τυμπανίας, ὅτι κρουόμενον τὸ ὑπογάστριον
16. ἀποτελεῖ ψόφον οἶόν περ τὰ τύμπανα. καὶ γὰρ
17. οὖν καὶ κατ’ ἐκεῖνα διὰ τοῦ περιτεταμένου δέρματος ὁ ἀὴρ
1. πλήττεται, καθάπερ ὁ ἐν τῷ βάθει τῶν τοιούτων ὑδρῶν.
2. ὅτι δὲ ἀπὸ τῆς κατὰ τὸν ὄγκον ὁμοιότητος ὕδρωπα καὶ
3. τοῦτον ὁ Ἱπποκράτης ὠνόμασεν εὔδηλον. οὐ μὴν ὑγρόν
4. γε καθάπερ τὴν ἀσκίτην, ἐφ’ ᾧ τὸ συνειλεγμένον οὐκ ἀήρ
5. ἐστι φυσώδης, ἀλλ’ ὑγρὸν ὑδατῶδες. ἔοικε δὲ μείζονος μὲν
6. τῆς ψύξεως ἔκγονος ὑπάρχειν ὁ ὑδατώδης ὕδερος, ὃν ἀσκίτην
7. ὀνομάζουσιν, ὅτι καθάπερ ἐν ἀσκῷ τινι τῷ περιτονίῳ
8. κατακέκλεισται τὸ ὑγρὸν, ἐλάττονος δ’ ὁ τυμπανίας.
9. οὐδὲ γὰρ οὐδὲ μεταβάλλειν ἡ ὑγρότης εἰς ἀέρα φυσώδη
10. δύναται χωρὶς θερμασίας τινός.