13. Ὁκόσοισι κοιλίαι λειεντεριώδεις, χειμῶνος φαρμακεύειν ἄνω
14. κακόν.
16. Ὅταν ἐν τάχει τῶν ἐσθιομένων ἡ διαχώρησις γίγνηται
17. τοιούτων, οἶα κατεπόθη, λειεντερίαν ὀνομάζουσι τὸ νόσημα.
1. γίγνεται μὲν οἶν ἐπὶ τῇ τῆς καθεκτικῆς δυνάμεως
2. ἀῤῥωστίᾳ, ταῖς δυσκρασίαις δ’ ἕπεται πάντων τῶν κατὰ
3. τὴν κοιλίαν ὀργάνων, τουτέστιν αὐτῆς τε τῆς γαστρὸς εἰς
4. ἣν καταπίνομεν τὰ σιτία καὶ τῶν ἐκ ταύτης αὐτὰ διαδεχομένων
5. τε καὶ παραπεμπόντων ἐντέρων. γίγνεται δ’ ἔστιν
6. ὅτε λειεντερία καὶ κατά τινα ἐπιπολῆς ἕλκωσιν, ὁμοίαν ταῖς
7. ἄφθαις. αἱ μὲν οὖν δυσκρασίαι ποτὲ μὲν ὡς ἂν εἴποι τις
8. ἑκτικαὶ γίνονται, καλοῦσι δ’ οὕτως τὰς αὐτῆς τῆς ἕξεως
9. τῶν σωμάτων βεβλαμμένης ἀποτελουμένας, ἔστιν ὅτε διὰ
10. φλέγμα ψυχρὸν, οἷόν ἐστι μάλιστα τὸ ὀξύ· τῶν δ’ ἐπιπολῆς
11. ἑλκώσεων αἴτιόν ἐστι χυμὸς ὁ δριμὺς καὶ λεπτός. οὗτος
12. μὲν οὖν, εἰ καὶ τῆς ἄνω φαρμακείας δεῖται, διὰ τὸ μᾶλλον
13. ἐπιπολάζειν ἢ ὑποχωρεῖν κάτω τοὺς τοιούτους χυμοὺς, ἀλλ’
14. οὐκ ἐν χειμῶνί γε δίδοται, καθότι καὶ πρόσθεν εἴρηται.
15. ὁ δ’ ἕτερος ὁ φλεγματικὸς, ὅταν ᾖ τοῖς ἐντέροις ἐμπεπλασμένος,
16. οὐδέποτε δεῖται τῆς ἄνω φαρμακείας, ὅπερ ἐστὶν
17. ἐμετηρίου φαρμάκου. μόνα γὰρ ἐμεῖσθαι πέφυκε τὰ κατὰ 7
1. τὴν γαστέρα. τῶν δ’ ἐν τοῖς ἐντέροις περιεχομένων οὐδὲν
2. οἷόν τε δι’ ἐμέτου κενῶσαι.