5. Πρὸς τοὺς ἐλλεβόρους τοῖσι μὴ ῥᾳδίως καθαιρομένοισι
6. πρὸ τῆς πόσιος ὑγραίνειν τὰ σώματα πλείονι
7. τροφῇ καὶ ἀναπαύσει.
9. Προπειρᾶσθαι χρὴ τῆς τοῦ μέλλοντος τὸν ἐλλέβορον
10. λήψεσθαι φύσεως ὅπως ἔχει πρὸς τὰς ἄνω καθάρσεις,
11. τουτέστι τὰς δι’ ἐμέτων. γιγνέσθω δ’ ἡ πεῖρά σοι διὰ τῶν
12. ἐμετικῶν φαρμάκων ὅσα μέτρια. ἐὰν οὖν φαίνηται μὴ ῥᾳδίως
13. καθαιρόμενος, οὐ χρὴ τὸν τοιοῦτον ἄνθρωπον ἐπὶ τὸν
14. ἐλλέβορον ἄγειν, ἄνευ τοῦ προπαρασκευάσασθαι. γίγνοιτο
15. δ’ ἂν τοῦτο καὶ διὰ τῶν συνεχῶν μὲν ἐμέτων ἐθισθέντος
16. ἑτοίμως ἐμεῖν τοῦ ληψομένου τὸν ἐλλέβορον. ἀλλ’ ὡς μικρὸν
17. τοῦτο γνώριμον ἅπασιν ὁ Ἱπποκράτης παρέλιπε. γένοιτο
1. δ’ ἂν ἄμεινον καὶ διὰ τοῦ προυγραίνειν τὰ σώματα, προνγραίνεται
2. δὲ πλείονι τροφῇ καὶ ἀναπαύσει. τὸ
3. μὲν οὖν τῆς ἀναπαύσεως δῆλον. ὡς γὰρ τὰ γυμνάσια ξηραίνειν
4. πέφυκε, οὕτως καὶ ἡ ἀνάπαυσις, ὅπερ ἐστὶν ἡσυχία
5. τε καὶ ἀγυμνασία φυλάττει τὰς ὑγρότητας. ἡ τροφὴ
6. δ’ οὐχ ἁπλῶς ἡ πλείων ὑγραίνειν πέφυκεν, ἀλλ’ εἴ τις ἄνευ
7. ποιότητος ἰσχυρᾶς ᾖ, τουτέστι μήτε στρυφνῆς μήτε δριμείας
8. μήθ’ ἁλυκῆς μήτε πικρᾶς. τάχα δ’ οὐδὲ τροφὴν ἁπλῶς
9. φατέον εἶναι τὴν τοιαύτην, ἀλλ’ οἷον φαρμακώδη τροφὴν,
10. ὡς τῇ γε ἁπλῶς τροφῇ μόνῃ τῶν ἁπάντων ὑπάρχειν κατὰ
11. τὴν ἑαυτῆς φύσιν, οὐ κατά τι συμβεβηκὸς ὑγραίνειν τὰ
12. στερεὰ τοῦ ζώου μόρια τῆς ἀναπαύσεως οὐ καθ’ αὑτὴν,
13. ἀλλὰ κατά τι συμβεβηκὸς τοῦτο ποιούσης. ὅτι γὰρ οὐ ξηραίνει
14. τὴν ἐκ τῆς τροφῆς ὑγρότητα, διὰ τοῦτο ὑγραίνειν
15. λέγεται. τὸ δ’ ὕδωρ οὔτε πινόμενον οὔτ’ ἔξω προσπῖπτον
16. ὑγραίνειν πέφυκεν αὐτὰ τὰ στερεὰ τοῦ ζώου μόρια. μαθεῖν
17. δ’ ἐστί σοι τελεώτερον ὑπὲρ τῶν τοιούτων τῇ τῶν φυσικῶν
18. δυνάμεων ἐντυχόντι πραγματείᾳ τῇ ἡμετέρᾳ καὶ τῷ
19. περὶ μαρασμοῦ βιβλίῳ.