5. Ἐπὴν βούλει μᾶλλον ἄγειν τὸν ἐλλέβορον, κίνει τὸ σῶμα.
6. ἐπὴν δὲ παῦσαι, ὕπνον ποίει καὶ μὴ κίνει.
8. Ὁ μὲν πρότερος ἀφορισμὸς ὅπως χρὴ παρασκευάσαι
9. τὸν ἐλλέβορον εἰληφότα πρὸς τὴν κάθαρσιν ἐδίδαξεν, ὁ δὲ
10. νῦν ὅπως χρὴ παύειν τοὺς καθαιρομένους. εὔλογον δὲ τἀναντία
11. τοῖς ποιοῦσι τὸν ἔμετον παύειν τὴν κάθαρσιν. ὅπερ
12. οὖν αἱ κινήσεις ποιοῦσιν, αἱ ἡσυχίαι παύουσι. καὶ πολὺ
13. δὴ μᾶλλον ὁ ὕπνος ἠρεμίαν ἐργαζόμενος τῶν ψυχικῶν ἐνεργειῶν,
14. ὅσαι διὰ τῶν αἰσθήσεων γίνονται καὶ προσέτι διὰ
15. τῶν μυῶν ἐν ταῖς καθ’ ὁρμὴν κινήσεσιν.