14. Ἀπυρέτῳ ἐόντι ἀποσιτίη καὶ καρδιωγμὸς καὶ σκοτόδινος καὶ
15. στόμα ἐκπικρούμενον, ἄνω Φαρμακείης δεῖσθαι σημαίνει.
1. Ἡ μὲν ἀσιτία τὸ αὐτὸ δηλοῖ τῇ ἀνορεξίᾳ, ὁ δὲ καρδιωγμὸς
2. δῆξίς ἐστι καρδίας, τουτέστι τοῦ στόματος τῆς
3. γαστρός. ὠνόμαζον γὰρ οἱ παλαιοὶ καὶ τοῦτο καρδίαν.
4. σκοτόδινος δ’ ἐστὶν, ἐπειδὰν ἅμα περιδινεῖσθαι δοκῇ τὰ
5. βλεπόμενα, ἥ τε διὰ τῆς ὄψεως αἴσθησις ἐξαίφνης ἀπολεῖται,
6. δοκούντων αὐτῶν σκότος περικεχύσθαι. γίγνεται δὲ
7. τοῦτο τοῦ στόματος τῆς κοιλίας ὑπὸ μοχθηρῶν χυμῶν δακνομένου.
8. διὰ γὰρ τὸ μέγεθος τῶν νεύρων τῶν ἐξ ἐγκεφάλου
9. καθηκόντων εἰς αὐτὸ βλάπτεται τὰ τῆς ψυχῆς ἔργα
10. κακοπραγοῦντος τοῦ μορίου. τὰ μὲν τοιαῦτα συμπτώματα
11. κοινὰ πάντων ἐστὶ τῶν δάκνειν δυναμένων χυμῶν. τὸ δ’
12. ἐκπικροῦσθαι τὸ στόμα μόνης τῆς ὠχρᾶς τε καὶ ξανθῆς
13. ὀνομαζομένης χολῆς. διὸ καὶ καλῶς τοῖς εἰρημένοις συμπτώμασιν
14. ὁ Ἱπποκράτης εἶπεν ἄνω φαρμακεύειν σημαίνειν,
15. ὅπερ ἐξαπλωθὲν οὕτως ἑρμηνευθήσεται. τὰ εἰρημένα συμπτώματα
16. σημαίνει τῷ ἰατρῷ τὸν ἄνθρωπον τῆς ἄνω δεῖσθαι
17. φαρμακείης, τουτέστι τῆς δι’ ἐμέτων.