2. Τὰ ὑπὲρ τῶν φρενῶν ὀδυνήματα, ὁκόσα καθάρσεως
3. δέονται, ἄνω φαρμακείας σημαίνει δεῖσθαι, ὁκόσα
4. δὲ κάτω, κάτω.
6. Οὗτος ὁ ἀφορισμὸς ὅπερ ὁ πρόσθεν ἐφ’ ἑνὸς ἀλγήματος
7. ἐδίδαξε, τοῦ κατὰ τὸ στόμα τῆς κοιλίας, τοῦτ’ ἐπὶ πάσας
8. ἐκτείνει τὰς ὀδύνας. ὅσαι μὲν ἄνω τῶν φρενῶν συνίστανται
9. καθάρσεως δεόμεναι, δηλονότι συμβουλεύει ἄνω φαρμακεύειν.
10. ὅσαι δὲ κάτω τῶν φρενῶν εὔδηλον ὅτι καὶ ταύτας
11. κάτω. προσέθηκε δὲ τῷ λόγῳ τὸ καθάρσεως δεόμεναι,
12. χάριν τοῦ μὴ δόξαι τινὶ πάσας ἁπλῶς τὰς ὀδύνας τὸν Ἱπποκράτην
13. διὰ καθάρσεως ἰᾶσθαι. νυνὶ γὰρ οὐ τοῦτ’ εἶπεν,
14. ἀλλ’ ὅτι κατὰ τὰς ῥοπὰς τῶν λυπούντων χυμῶν χρὴ τὰς
15. κενώσεις ποιεῖσθαι καὶ μήτε τὰς ἄνω τῶν φρενῶν ὀδύνας
16. διὰ τῶν ὑπηλάτων ἐκκενοῦν μήτε τὰς κάτω διὰ τῶν ἐμετικῶν.