2. Ὁκόσοι ἐν τῇσι φαρμακοπωσίῃσι μὴ διψῶσι καθαιρόμενοι,
3. οὐ παύονται πρὶν ἢ διψήσωσιν.
5. Τῶν καθαιρομένων τινὲς μὲν εὐθέως διψῶσι, τινὲς δ’
6. ὕστερον. καὶ γίνεται τοῦτο διά τε τὴν αὐτῆς τῆς κοιλίας
7. διάθεσιν καὶ τὸ δοθὲν φάρμακον καὶ τὴν ἰδέαν τοῦ κενουμένου
8. χυμοῦ. διὰ μὲν τὴν κοιλίαν ὑπὸ θερμότητος ἢ ξηρότητος
9. ἢ ἀμφοῖν ἑτοίμως εἰς τὸ διψῇν ἀγομένην, ἐάν τε
10. φύσει τοῦθ’ ὑπάρχῃ τῷ πεπωκότι τὸ φάρμακον ἐάν τε
11. κατ’ ἐκεῖνον μόνον τὸν καιρόν. διὰ δὲ αὐτὸ τὸ φάρμακον
12. δριμὺ καὶ θερμὸν καὶ δηκτικὸν ὑπάρχει. διὰ δὲ τὸν κενούμενον
13. χυμὸν, ὅταν πικρόχολος ᾖ. ἐπὶ μὲν δὴ τοῖς
14. τοιούτοις αἰτίοις διψῶσιν, ἐπὶ δὲ τοῖς ἐναντίοις ἄδιψοι μέχρι
15. πλείστου διατελοῦσιν, ὅταν ἤτοι ψυχροτέραν καὶ ὑγροτέραν
16. ἔχῃ ὁ καθαιρόμενος τὴν κοιλίαν, ἤτοι γε ἐξ ἀρχῆς
17. ἢ κατὰ τὸν τῆς φαρμακοπωσίας χρόνον ἢ ὅταν αὐτὸ
18. τὸ φάρμακον ἄδηκτον ᾖ καὶ τρίτον, ὅταν ἤτοι φλεγματικὸς
1. ὁ κενούμενος ὑπάρχῃ χυμὸς ἢ ὑδατώδης. ἀλλά τι κἀπὶ τούτων,
2. ὅταν δαψιλῶς κενωθῶσιν, ἕπεται δίψος. ἱκανὴ μὲν
3. γὰρ ἡ ἐπὶ τῇ κενώσει ξηρότης ἐργάζεσθαι τοῦτο. προσέτι
4. δὲ καὶ ἡ ἀπὸ τοῦ καθαίροντος φαρμάκου δύναμις ἔχοντός
5. τινα κᾂν εἰ μὴ φανερὰν μηδ’ αἰσθητὴν, ἀλλὰ λεληθυῖαν
6. δριμύτητα καὶ θερμασίαν.