5. Ἐν τῇσι φαρμακεύῃσι τοιαῦτα ἄγειν ἐκ τοῦ σώματος,
6. ὁκοῖα καὶ αὐτόματα ἰόντα χρήσιμα, τὰ δὲ ἐναντίως
7. ἰόντα παύειν.
9. Αὐτόματα κενοῦσθαι λέγομεν ἐκ τοῦ σώματος ὅσα χωρὶς
10. τοῦ πρᾶξαί τι τὸν ἰατρὸν ἐκκρίνεται, ποτὲ μὲν τῆς
11. διοικούσης τὸ σῶμα φύσεως ἐκκαθαιρούσης αὐτὰ, ποτὲ δὲ
12. δι’ ἐρεθισμὸν ἢ τὸ μὴ στέγεσθαι πρὸς τῶν ἀγγείων. ὅτε
13. μὲν οὖν ἡ φύσις ἐκκενοῖ τὸ περιττὸν, ὠφελεῖται τὸ ζῶον,
14. ὅταν δ’ ἄλλως ἀποκρίνηται, λόγῳ συμπτώματος οὔτ’ ὠφέλειά
15. τις ἕπεται καὶ σημεῖόν ἐστιν ἡ τοιαύτη κένωσις μοχθηρᾶς
16. διαθέσεως. εἰκότως οὖν ὁ Ἱπποκράτης συμβουλεύει
17. μιμεῖσθαι τὴν φύσιν. ἡ μίμησις δ’ ἐστὶν ἐν τῷ πειρᾶσθαι
1. κενοῦν τοὺς τοιούτους χυμοὺς ἐφ’ ἑκάστῳ τῶν νοσημάτων,
2. οἵους εἴδομεν ὠφελοῦντας ἐν ταῖς αὐτομάτοις κενώσεσιν.
3. ἔμπροσθεν μὲν οὖν εἴρηται περὶ πάσης κενώσεως
4. αὐτῶν γενικώτερον. οὕτω δὲ καὶ κενεαγγείη, ἢν μὲν οἵην
5. δεῖ γίγνεσθαι γίγνηται, ξυμφέρει τε καὶ εὐφόρως φέρουσι,
6. νυνὶ δὲ περὶ μόνης καθάρσεως τὸν αὐτὸν ἐποιήσατο λόγον,
7. ἐπειδὴ περὶ ταύτης αὐτῷ προὔκειτο διδάσκειν ἐν τῷ χωρίῳ
8. τῷδε τοῦ βιβλίου. βέλτιον δ’ οὖν ἴσως ἐστὶ κἀμὲ ἀναλαμβάνειν
9. τὸν λόγον ὑπὲρ ἁπασῶν κενώσεων, ἃς οἱ ἰατροὶ
10. μηχανῶνται περὶ τὰ τῶν καμνόντων σώματα. γίγνονται δὲ
11. αὗται ποτὲ μὲν διὰ τῶν καθαιρόντων ὅλον τὸ σῶμα φαρμάκων
12. ἐμετηρίων τε καὶ ὑπηλάτων, ἐνίοτε δὲ μορίου τινὸς
13. κενωτικόν ἐστι τὸ φάρμακον, οἶον ὅσα δι’ ὑπερώας καὶ ῥινῶν
14. ἀπάγει τῆς κεφαλῆς τὰ περιττά. τοῦ γένους δ’ ἐστὶ
15. τῶν καθαιρόντων τὰ περιττὰ καὶ ὅσα διὰ βηχὸς ἐκκαθαίρει
16. τὰ κατὰ θώρακα καὶ πνεύμονα καὶ ὅσα δι’ οὔρων ἀπάγει
17. τὸ τοῦ παντὸς αἵματος ὀῤῥῶδες περίττωμα· καὶ κλυστὴρ
18. δ’ ἂν ἐκ τοῦ τοιούτου γένους εἴη καὶ πᾶν ὁτιοῦν ἄλλο τῶν
1. μὴ κενούντων ὁμοτίμως ὅλον τὸ σῶμα, καθάπερ ἥ τε φλεβοτομία
2. κενοῦν πεπίστευται καὶ ὅλως ἀφαίρεσις αἵματος
3. πᾶσα καθ’ ὁντιναοῦν γιγνομένη τρόπον. ἐκ τῶν τοιούτων
4. δ’ ἐστὶ κενώσεων ἥ τε διὰ μήτρας καὶ ἡ δι’ αἱμοῤῥοΐδων,
5. ἥ τ’ ἐπὶ τοῖς γυμνασίοις καὶ τρίψεσι καὶ πάσῃ κινήσει τε
6. καὶ ἀλέᾳ καὶ λουτροῖς θερμοῖς καὶ μάλιστα εἰ νιτρώδη
7. καὶ θειώδη καὶ ἀσφαλτώδη τύχῃ καὶ κατὰ συμβεβηκὸς
8. ἡ ἀσιτία. τὰ γὰρ τοιαῦτα πάντα δοκεῖ μὲν ὁμοτίμως
9. ὅλον τὸ σῶμα κενοῦν. καίτοι γε εἰ ἀκριβῶς τις ἐξετάζοι,
10. εὑρήσει μὴ κενοῦν ὁμοτίμως, ἀλλ’ ἐν τούτοις μὲν ἐπειδὴ μικρὰ
11. τοῦ ἑτέρου πρὸς τὸ παρὰ τὸ ἕτερόν ἐστιν ὑπεροχὴ
12. κατὰ τὴν ποιότητα τῶν κενουμένων ὁμότιμος εἶναί μοι δοκεῖ.
13. τὰ δὲ καθαρτικὰ καλούμενα φάρμακα φανερῶς διάφορον
14. εἶδος ἐργάζεται κενώσεως, ὑπὲρ ὧν, ὡς ἔφην, νῦν αὐτῷ
15. πρόκειται λέγειν. οὐ μὴν περιττότερόν γε διδάσκει τι
16. τοῦ περὶ πασῶν κενώσεων αὐτῷ εἰρημένου. σκοπὸς γάρ
17. ἐστιν ἁπάσαις εἷς ὁ πλεονάζων χυμὸς, οὗ πειρᾶσθαι διαγνωστικὸν
18. ὑπάρχειν ἔκ τε τῆς καθ’ ὅλον τὸ σῶμα παρὰ
1. φύσιν ἑκάστῳ γιγνομένης χρόας, ἔτι τε τῶν συμπτωμάτων
2. καὶ τῶν νοσημάτων, ὥρας τε καὶ χώρας καὶ ἡλικίας καὶ
3. καταστάσεως καὶ φύσεως τοῦ κάμνοντος, ἐπιτηδευμάτων τε
4. καὶ διαίτης, οἷον εἰ τύχῃ καθ’ ὅλον μὲν τὸ σῶμα τῆς
5. χρόας ὠχροτέρας γεγενημένης, ὡς ἐν ἰκτέροις, οὐχ ὑποχωρούσης
6. δὲ δι’ ἕδρας τῆς χολῆς, ἤ τινων ἐξανθημάτων ἐν
7. ὅλῳ τῷ σώματι γεγενημένων χολωδῶν, κατὰ μέρος δὲ δήξεως
8. ἐν τῇ γαστρὶ καὶ ἄσης καὶ ἀσιτίας καὶ δίψης ἐκπικρουμένου
9. τε τοῦ στόματος ἢ κατά τι μέρος ἐρυσιπέλατος
10. ἢ τριταίου πυρετοῦ κατέχοντος τὸν ἄνθρωπον ἢ τῶν καυσωδῶν
11. τοῦ πικροχόλου. πλεονάζει γὰρ ἐν τοῖς τοιούτοις
12. ἅπασιν ἡ ξανθὴ χολὴ καὶ διὰ τοῦτο ἐξάγειν αὐτὴν ἐπιχειρήσομεν
13. ἐκείνοις τοῖς φαρμάκοις, ὅσα δ’ αὐτὴν τὴν ἐνέργειαν
14. ὀνομάζουσι χολαγωγά· καὶ τοῦτ’ ἔστι τὸ ὑφ’ Ἱπποκράτους
15. εἰρημένον· ἢν μὲν οἷα δεῖ καθαίρεσθαι καθαίρωνται,
16. ξυμφέρει τε καὶ εὐφόρως φέρουσι. τὸ γὰρ οἷα δεῖ
17. τὸ πλεονάζον ἐστὶ τῶν λυπούντων δηλονότι κατὰ ποιότητα
18. τὸν κάμνοντα, διὰ τοῦτ’ οὖν συμφέρειν φησὶ τὰς
1. τοιαύτας κενώσεις. ἀλλ’ ἐπεὶ πάντες οἱ τεχνικοὶ στοχασμοὶ
2. κατὰ τὰς πράξεις ἔστιν ὅτε καὶ διαμαρτάνουσιν, αἱ γὰρ
3. ὁμοιότητες, ὡς αὐτὸς εἶπεν, οὐ μόνον τοῖς ἐπιτυχοῦσιν, ἀλλὰ
4. καὶ τοῖς ἀγαθοῖς ἰατροῖς φέρουσιν ἀπάτην, ἕτερον ἡμᾶς
5. γνώρισμα ταῖς ἀγαθαῖς κενώσεσιν ἐζευγμένον ἐδίδαξε, τὴν
6. εὐφορίαν, ἵνα κἀν τούτῳ θαῤῥῶμεν, ὀρθῶς ποιούμενοι τὴν
7. κένωσιν. ὅπερ οὖν ἐπὶ τῆς ξανθῆς χολῆς ὡς ἐπὶ παραδείγματος
8. εἴρηκα, τοῦτό μοι καὶ ἐπὶ τῆς μελαίνης νόει. καὶ
9. γὰρ κἀπὶ ταύτης ἡ μὲν καθ’ ὅλον τὸ σῶμα χρόα πρὸς
10. τὸ μελάντερον τρέπεται, τά τε ἐξανθήματα μέλανα διὰ
11. τὴν τῆς μελαίνης γίνεται χρόαν. ὅσα δὲ πάθη διὰ τὴν
12. πλεονεξίαν αὐτῆς γίγνεται, φανερῶς ἐνδείκνυται τὸ πλῆθος
13. τοῦ χυμοῦ, καθάπερ ἐλέφας τε καὶ καρκίνος. καὶ μὴν καὶ ἡ
14. τεταρταία περίοδος ἐπὶ τῷ μελαγχολικῷ γίγνεται χυμῷ καὶ
15. σπλὴν μέγας καὶ κιρσοὶ μελαινόμενοι τῆς αὐτῆς ταύτης
16. ἔγγονα πάθη, καθάπερ γε καὶ ἡ μελαγχολία καλουμένη καὶ
17. πᾶσα παραφορὰ διανοίας, ὀργίλη, θρασεῖα, θηριώδης Ἱπποκράτης
1. δὲ κἀκ τῶν καταμηνίων ἐτεκμαίρετο τὸν πλεονάζοντα
2. χυμὸν ταῖς γυναιξὶ καὶ γέγραπται αὐτῷ τὰ γνωρίσματα
3. κατὰ τὸ πρότερον τῶν γυναικείων. ἐκ τούτων μὲν
4. οὖν ὅτι πλεονάζει μέλαινα διαγινώσκειν χρὴ καὶ τούτους
5. ἔχοντά σε τοὺς σκοποὺς ἐπὶ τὴν κένωσιν αὐτῆς ἰέναι,
6. δεύτερον δὲ κατ’ αὐτὴν τὴν κένωσιν σκοπὸν ἔχειν τὴν εὐφορίαν.
7. ὅσα δὲ ἐπὶ τῆς μελαίνης χολῆς καὶ ὠχρᾶς εἴρηται,
8. ταῦτα καὶ ἐπὶ τοῦ φλέγματός μοι νόει, ὄγκους οἰδηματώδεις,
9. ἐξανθήματά τε καὶ σύμπαν τοῦ σώματος τὸ
10. χρῶμα κατὰ τὴν ἰδέαν τοῦ χυμοῦ καὶ τῶν πυρετῶν τοὺς
11. ἀμφημερινοὺς καὶ τῆς διανοίας ἀργίας καὶ νωθρότητας, ἔτι
12. τε καταφορὰς ὑπνώδεις καὶ βάρη τῆς κεφαλῆς ὀξυρεγμίας
13. τέ τινας, ὅταν ἐν τῇ γαστρὶ πλεονάζῃ τὰ τοιαῦτα, προτρέψηται
14. διδόναι φάρμακον ἐκκαθαῖρον τὸ φλέγμα. γενομένης
15. δ’ ἤδη τῆς καθάρσεως ἡ εὐφορία ἐπιμαρτυρήσει τῇ τε
16. διαγνώσει καὶ τῇ δι’ ἐκείνην τολμηθείσῃ κενώσει πρός τε
17. τὴν διάγνωσιν καὶ ἐλπίδα τῆς κενώσεως, ἔχεις ἄν τι συντελοῦσαν
18. οὐχ ἡλικίαν μόνην ἢ φύσιν τοῦ κάμνοντος, ἀλλὰ καὶ
1. τὴν ὥραν τοῦ ἔτους καὶ τὴν παροῦσαν κατάστασιν, ἔτι δὲ
2. καὶ τὴν χώραν καὶ τὴν προγεγενημένην δίαιταν, ἅμα τοῖς
3. ἄλλοις ἅπασιν ἐπιτηδεύμασιν. ἔμαθες γὰρ ὡς καὶ τούτων
4. ἁπάντων τὰ μὲν τὸ φλέγμα, τὰ δὲ τὴν ξανθὴν, τὰ δὲ τὴν
5. μέλαιναν αὐξάνει χολήν. ταῦτα μὲν, ὡς εἵρηται, πάντα
6. σκοποὶ τοῦ προσάγειν τὸ καθαρτικὸν τοῦ λυποῦντος χυμοῦ
7. φάρμακον. ἐν αὐτῇ δὲ τῇ κενώσει σκοπὸς ἔσται ἕτερος,
8. ἤτοι μαρτυρῶν ἡμῖν ὅτι καλῶς διέγνωμεν ἢ διελέγχων τὸ
9. σφάλμα μαρτυρῶν τῇ μὲν εὐφορίᾳ, διελέγχων δὲ τῇ δυσφορίᾳ·
10. τῶν μὲν γὰρ λυπούντων κενουμένων εὐφορήσουσιν
11. οἱ κάμνοντες. εἰ δὲ ἕτερόν τι κενοῖτο καὶ μὴ τὸ λυποῦν
12. εἴη κενούμενον, ἀνάγκη πᾶσα δυσφορεῖν αὐτούς. ὅπερ οὖν,
13. ὡς ἔφην ἐν ἀρχῇ τοῦ βιβλίου, δι’ ἑνὸς ἐδίδαξεν ἀφορισμοῦ
14. λέγων οὕτω καὶ κενεαγγείη ἢν μὲν οἵη δεῖ γίγνεσθαι γίγνηται,
15. ξυμφέρει τε καὶ εὐφόρως φέρουσι· τοῦτο νῦν ἐνταῦθα
16. δίχα τεμὼν ἐν ταῖς φαρμακείαις, διὰ μὲν τοῦ προτέρου
17. λόγου τίνες εἰσὶν αἱ ξυμφέρουσαι κενώσεις διδάσκει, διὰ
18. δὲ τοῦ μετ’ αὐτὸν ὅτι ταῖς τοιαύταις ἕπεται γνώρισμα βέβαιον
1. ἡ εὐφορία. παραδείγματα δ’ αὐτὸς εἴρηκε τῶν αὐτομάτως
2. γιγνομένων κενώσεων ἐπ’ ἀγαθῷ, πάμπολλα μὲν
3. ἐν τοῖς τῶν ἐπιδημίων, ὀλίγα δὲ καὶ κατ’ αὐτὸ τοῦτο τὸ
4. βιβλίον τὸ τῶν ἀφορισμῶν, ὁποῖα καὶ ταῦτά ἐστιν, ὑπὸ
5. ὕδρωπος ἐχομένῳ κατὰ τὰς φλέβας εἰς τὴν κοιλίαν ὕδατος
6. ῥυέντος λύσις. ὀφθαλμιῶντα ὑπὸ διαῤῥοίας ληφθῆναι ἀγαθόν.
7. οἷσι χολώδεα διαχωρήματα κωφώσιος γενομένης παύεται.
8. καὶ ὁκόσοισι κώφωσις, χολωδέων γινομένων παύεται.