Galenus. In Hippocratis Aphorismos commentaria (In Hipp. Aphor. comm.) [n° 101 Fichtner] [GalLat]

Εἰς τοὺς ἀφορισμοὺς Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Aphorismes d’Hippocrate
Commentary on Hippocrates’ ‘Aphorisms’ (Hipp. Aph. comm.)
Savino, 2020.
Hippocratis Aphorismi et Galeni in eos commentarii, 1827, vol. 17b-18a, p. 345-887 1-195. urn:cts:greekLit:tlg0057.tlg092.verbatim-lat1
Savino, 2020 (ita).

Hippocratis Aphorismi et Galeni in eos commentarii, 4.21, ed. Kühn, 1827, vol. 17b, p. 681-684. urn:cts:greekLit:tlg0057.tlg092.1st1K-grc1:4.21


2. Ὑποχωρήματα μέλανα, ὁκοῖον αἷμα μέλαν ἀπὸ ταὐτομάτου
3. ἰόντα καὶ σὺν πυρετῷ καὶ ἄνευ πυρετοῦ κάκιστα καὶ
4. ὁκόσῳ ἂν χρώματα πλείω πονηρότερα ᾖ μᾶλλον κακόν.
5. ξὺν φαρμάκῳ δὲ ἄμεινον καὶ ὁκόσῳ ἂν χρώματα πλείω
6. ᾖ, οὐ πονηρόν.

8. Περὶ τῶν διαχωρημάτων αὐτῷ νῦν ὁ λόγος ἐστὶν, ἅπερ
9. ὀνομάζεται μὲν ὑπὸ τῶν παλαιῶν ἰατρῶν μέλανα. μέλαινα
10. δ’ ἀκριβῶς οὐκ ἔστι χολὴ, τὸ γὰρ δριμὺ καὶ διαβρωτικὸν
11. καὶ ὀξῶδες οὐκ ἔχει. πολὺ δὲ δὴ μᾶλλον οὐδὲ ζυμοῖ τὴν
12. γῆν ἐκχεόμενα κατ’ αὐτῆς, ἀλλ’ ἔστιν ὥσπερ ἂν εἴ τις εἰκάζων
13. εἴποι σαφῶς, οἷον ἰλύς τις αἵματος, οἷα καὶ τοῖς
14. παχέσιν οἴνοις καθισταμένοις ὑφίστασθαι πέφυκεν, ἢν ὀνομάζουσι
15. τρύγα. χρονιζούσης δ’ αὐτῆς ἐν τῷ σώματι
16. καὶ μήτε ἐκκρινομένης κατά τινα τῶν αἰσθητῶν ἐκροῶν,
17. μήτε κατὰ τὸ ἄδηλον, ἀλλὰ μεταβαλλομένης τε καὶ σηπομένης
18. ἀκριβῶς, μέλαινα γεννᾶται χολή. πρὶν δὲ γεννηθῆναι 
1. ταύτην ὁ σπλὴν ἕλκει τὴν οἷον τρύγα τοῦ αἵματος, ἐκκαθαίρων
2. τὸ ἧπαρ, ὡς ἐν τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασι
3. δέδεικται. καὶ τοίνυν καὶ καταχρῆται τούτῳ μελαγχολικῷ
4. χυμῷ πρὸς τὴν ἑαυτοῦ τροφὴν ὁ σπλὴν, ὅσον
5. δ’ αὖ πάλιν αὐτὸς ἐργάζεται περίττωμα, τοῦτο ὠθεῖ πάλιν
6. εἰς τὴν γαστέρα, μετὰ τῶν ἄλλων περιττωμάτων ἐκκριθησόμενον.
7. ἐὰν οὖν ποτε μήθ’ ὁ σπλὴν ἐκκαθαίρῃ καλῶς,
8. αὐτό τε τὸ αἷμα τὸ κατὰ τὸ ἧπαρ ἔχει πολλὴν ἰλὺν τοιαύτην
9. ἀῤῥωστήσει τε τὸ σπλάγχνον, ὡς μὴ κατέχειν ἐν ἑαυτῷ
10. τὰ περιττὰ δυνάμενον, τηνικαῦτα ὑποχωρεῖ τὰ καλούμενα
11. μέλανα, περὶ ὧν ὁ λόγος ἐστὶν αὐτῷ νῦν. προσέθηκε δ’
12. ἐν τῷ λόγῳ τὸ οἷον αἷμα, τοιοῦτον δηλῶν ὁποῖόν τι γίγνεται
13. τὸ αἷμα τὸ μελανθὲν ἐν τῇ διὰ τῶν ἐντέρων φορᾷ,
14. τοιαῦτ’ ἔστι τὰ μέλανα. τελέως γὰρ ἠλίθιόν ἐστιν ὑπολαμβάνειν
15. αἵματι τῷ κατὰ φύσιν ἔχοντι ταῦτα ἐοικέναι τὰ μέλανα.
16. γενήσεται γὰρ ἐρυθρά τε καὶ μέλανα ταῦτα. καίτοι
17. γε ἀδύνατον ἅμα ταὐτὸν ἐρυθρόν τε καὶ μέλανα ὑπάρχειν,
1. πάμπολλα τοιαῦτα διαχωρήματα κατὰ τὴν λοιμώδη
2. νόσον εἴδομεν ταύτην τὴν μακρὰν, οὐ μᾶλλόν τι τοῖς ὀλεθρίως
3. ἔχουσιν ἢ τοῖς σωθησομένοις ἐπιφανέντα, οὐ μὴν
4. ἀρχομένων τε καὶ αὐξανομένων τῶν νοσημάτων ἑωρᾶτο. συντήξεις
5. γὰρ ἦσαν αἱ τότε κενούμεναι ξανθαί τε καὶ πυῤῥαὶ
6. τὸ χρῶμα. τὰ δ’ ὕστερον ἐπιφαινόμενα μέλανα, καθάπερ
7. αἵματος τρὺξ, ἤτοι γε ὑπεροπτηθέντος αὐτοῦ τὴν
8. γένεσιν ἔσχεν ἢ σηπεδόνα τινὰ ἀλλόκοτον, ἀνάλογον ταῖς ἐν
9. τῇ γαστρὶ γενομέναις ἀπεψίαις, ὅταν εἰς μοχθηροὺς χυμοὺς
10. ἡ διαφθορὰ τελευτήσει. διὸ καὶ κατ’ ἀρχὰς μὲν οὐδέποτε
11. ἐπ’ ἀγαθῷ φαίνεται τοιαῦτα, μεγάλην κάκωσιν ἐνδεικνύμενα
12. τοῦ σπλάγχνου, ταῖς δ’ ἀκμαῖς ἕπεται πολλάκις ἐκκαθαιρούσης
13. τὰ περιττὰ τῆς φύσεως, οὐ μὴν προσέθηκέ γε αὐτὸ
14. κατὰ τὸν ἀφορισμὸν ὁ Ἱπποκράτης, καίτοι γε ἄλλοθι
15. μὲν εἰπὼν καθόλου τὰ κρίσιμα μὴ αὐτίκα ἐπιφαίνεσθαι.
16. κατὰ δὲ τὸν ἐφεξῆς ἀφορισμὸν ἐπὶ μέρους ἐν τῷ φάναι·
17. νοσημάτων ὁκόσων ἀρχομένων, ἢν χολὴ μέλαινα ἢ ἄνω ἢ
1. κάτω ὑπέλθῃ, θανάσιμον. μή τι τοίνυν ἔδοξεν αὐτάρκως δεδηλωκέναι
2. τὴν ἑαυτοῦ γνώμην ἰόντα φάμενος. ἐνδείκνυται
3. γὰρ τοῦτο τοὔνομα χρόνου μῆκος, ὡς ἤτοι δι’ ὅλου τοῦ νοσήματος
4. ἢ κατὰ πολὺν χρόνον αὐτοῦ, ἰόντων τοιούτων ὑποχωρημάτων.
5. εἰ γὰρ ἕνα τινὰ καιρὸν ἐβούλετο δηλῶσαι,
6. πάντως ἂν ἢ ἐπιφανέντα ἢ ἐλθόντα εἶπεν, οὐκ ἀπὸ ταὐτομάτου
7. ἰόντα· τουτὶ γὰρ τὸ ἰόντα τῷ ἐρχόμενα ταὐτὸν, οὐ
8. τῷ ἐλθόντα δηλοῖ. φαρμάκου μέντοι ληφθέντος, ὑφ’ οὗ
9. κενοῦται μέλανα, διαχωρῆσαι τὰ τοιαῦτα θαυμαστὸν οὐδέν.
10. οὕτω δὴ καὶ τὰ πλείω τῶν διαχωρημάτων χρώματα παρὰ φύσιν
11. αὐτόματα μὲν ἐκκενούμενα, σημεῖα πολλῶν ἐστι διαθέσεων
12. ἐν τῷ σώματι ἐνδεικτικά. τὰ ὑπὸ φαρμάκου δ’ ἀγόμενα
13. πεφυκότος ἐκκενοῦν ἤδη πλείονα χυμὸν οὐδὲν ἄτοπον
14. σημαίνει.

Cliquer un n° de page pour en afficher l’image