17. Νοσημάτων ὁκόσων ἀρχομένων ἢν χολὴ μέλαινα ἢ
18. ἄνω ἢ κάτω ἐπέλθῃ, θανάσιμον.
1. Διώρισταί μοι καὶ κατὰ τὸν προγεγραμμένον ἀφορισμὸν
2. ὁ μελαγχολικὸς χυμὸς, αὐτῆς τῆς μελαίνης χολῆς,
3. ὑπὲρ ἧς νῦν ὁ λόγος αὐτῷ, καὶ τήν γ’ αἰτίαν τοῦ κατ’ ἀρχὰς
4. μὲν ὀλεθρίους εἶναι τοὺς τοιούτους χυμοὺς, ἐξ ὑστέρου
5. δὲ κρισίμους ἐπιφαίνεσθαι, καὶ κατ’ ἐκεῖνον μὲν αὐτάρκως
6. διῆλθον. ἀναλήψομαι δὲ καὶ νῦν, ἐπειδὴ καὶ περὶ τῶν
7. ἀναγκαιοτάτων τῇ τέχνῃ διέρχεσθαι πολλάκις ἄμεινόν ἐστιν.
8. ὅταν ἄρχηταί τι νοσήμα, τῶν ἐκκρινομένων οὐδὲν ἐκκρίνεται
9. τηνικαῦτα τῷ λόγῳ τῆς φύσεως, ἀλλ’ ἔστιν ἅπαντα συμπτώματα
10. τῶν ἐν τῷ σώματι παρὰ φύσιν διαθέσεων. ἐν ᾧ γὰρ
11. χρόνῳ βαρύνεται μὲν ὑπὸ νοσωδῶν αἰτίων ἡ φύσις, ἀπεψία
12. δ’ ἐστὶ τῶν χυμῶν, ἐν τούτῳ κενοῦσθαί τι χρηστῶς
13. ἀδύνατον, εἴ γε προηγεῖσθαι μὲν χρὴ πέψιν, ἀκολουθῆσαι
14. δὲ διάκρισιν, εἶθ’ ἑξῆς κένωσιν, ἵν’ ἀγαθὴ γένηται κρίσις.
15. ἐδίδαξε γοῦν ἡμᾶς ταῦτα αὐτὸς κατὰ τὸ πρῶτον τῶν ἐπιδημιῶν
16. εἰπών· πεπασμοὶ ταχύτητα κρίσεως, ἀσφάλειαν
17. ὑγιεινὴν σημαίνουσιν. ὠμὰ δὲ καὶ ἄπεπτα καὶ ἐς κακὰς
18. ἀποστάσιας τρεπόμενα, ἀκρισίας ἢ πόνους ἢ χρόνους ἢ θανάτους
1. ἢ τῶν αὐτῶν ὑποστροφάς. ὅταν οὖν ἐπὶ πέψει νοσήματος
2. ἐκκρίσις γένηται μοχθηροῦ χυμοῦ, καθαίρεται
3. τηνικαῦτα τὸ σῶμα πρὸς τῆς φύσεως καὶ διὰ τοῦτο
4. καὶ μέλαινα χολή. καὶ πᾶς ἄλλος τοιοῦτος χυμὸς ἐπειδὴ
5. πέψεως φανῇ σημεῖα προήκοντος τοῦ νοσήματος, ἀγαθὴν
6. σημαίνει τὴν κένωσιν. εἰ δ’ ἄλλως ἐκκρίνοιτο χωρὶς τῶν
7. τῆς πέψεως σημείων, ὀλέθριόν ἐστι τὸ σύμπτωμα. ὥστ’
8. ἐπειδὴ κατὰ τὴν ἀρχὴν τοῦ νοσήματος, ἀπεψίας ἐστὶν ἀεὶ
9. σημεῖα μοχθηρὰ, διὰ παντὸς ἔσται τῶν τοιούτων χυμῶν
10. ἡ κένωσις.