13. Ὁκόσοισιν ἐκ νοσημάτων ὀξέων ἢ ἐκ πολυχρονίων
14. ἢ τρωμάτων ἢ ἄλλως πως λελεπτυσμένοισι, χολὴ μέλαινα
15. ἢ ὁκοῖον αἷμα μέλαν ὑπέλθῃ τῇ ὑστεραίῃ ἀποθνήσκουσι.
1. Ὁ κατὰ τόνδε τὸν ἀφορισμὸν λόγος ἐστὶ δυνάμει τοιοῦτος,
2. ἐάν τε χολὴ μέλαινα, περὶ ἧς ὁ προγεγραμμένος ἀφορισμὸς
3. ἐδίδαξεν, ἐάν τε τὰ μέλανα τὰ τῷ αἵματι ἐοικότα,
4. περὶ ὧν ὁ προκείμενος, λελεπτυσμένοις ἐσχάτως ἐπιφανῇ,
5. κατὰ τὴν ὑστέραν ἀποθνήσκουσιν. ἀσθενὴς γὰρ ἐπὶ τῶν
6. τοιούτων ἡ φύσις, ὡς μήτε πέψαι δύνασθαι μήτε διακρῖναι
7. μήτε ἐκκρῖναι τὰ οὕτω μοχθηρά. διὰ μέγεθος οὖν τοῦ
8. νοσήματος ἀποχεῖται μὴ στεγόμενα καὶ ταύτῃ χαλεπὸν τὸν
9. θάνατον οὐκ ἐν ὑστέρῳ φέρει, καθάπερ ἐν ἄλλοις νοσήμασι
10. διὰ τὴν ἀῤῥωστίαν τῆς δυνάμεως. ἐδήλωσε μέντοι κατὰ
11. τοῦτον τὸν ἀφορισμὸν ἐναργῶς ὅτι κατὰ τὸν ἔμπροσθεν
12. ἀφορισμὸν ἡνίκα ἔλεγεν, ὑποχωρήματα μέλανα ἢ οἷον αἷμα,
13. προσυπακοῦσαι χρὴ τὸ μέλαν, ἵνα ᾖ τὸ πλῆρες τοιοῦτον,
14. ὑποχωρήματα οἷον αἷμα μέλαν. ἐδήλωσε δὲ καὶ ὅτι καλῶς
15. ἡμεῖς διωρίσαμεν ἀπὸ τῶν μελάνων τὴν μέλαιναν χολήν.
16. τὰ μὲν γὰρ αἵματι μεμελασμένῳ παραπλήσια φέρεται διαφέροντα
17. τῷ κεχύσθαι τε καὶ μὴ πεπηγέναι καθάπερ ἐκεῖνο.
18. μέλαινα δὲ χολὴ καὶ τῷ κεχύσθαι, χωρὶς πεπῆχθαι, καὶ τῷ
1. στίλβον ἔχειν τὸ μέλαν. ἔτι δὲ δακνῶδες εἶναι καθάπερ
2. ὄξος, ἀναδέρειν τε καὶ ζυμοῦν τὴν γῆν, ὧν οὐδὲν ὑπάρχει
3. τοῖς μέλασιν.