6. Δυσεντερίη ἢν ἀπὸ χολῆς μελαίνης ἄρξηται, θανάσιμον.
8. Ὑπὸ τῆς ὠχρᾶς μὲν ὑπ’ ἐνίων, ὑπ’ ἄλλων δὲ ξανθῆς
9. ὀνομαζομένης χολῆς ἄρχεται τοὐπίπαν ἡ δυσεντερία. ξυομένων
10. τὰ πρῶτα τῇ τῶν χυμῶν δριμύτητι τῶν ἐντέρων,
11. ἀναβιβρωσκομένων δ’ ὕστερον, ὡς ἑλκοῦσθαι καὶ γίνεσθαι
12. δυσεντερίαν. ταύτην μὲν οὖν τὴν δυσεντερίαν ἰώμεθα
13. πολλάκις. ἥτις δ’ ἂν ὑπὸ τῆς μελαίνης γένηται
14. χολῆς, ἀνίατός ἐστι πάντῃ, οὐδὲν διαφέρουσα καρκίνου
15. τοῦ μεθ’ ἑλκώσεως. ὅπου τοίνυν ἐπιπολῆς συνιστάμενος ὁ
16. τοιοῦτος καρκίνος ἤτοι δυσίατος ἢ παντάπασιν ἀνίατός
17. ἐστι, καίτοι διὰ παντὸς ἐπικείμενον ἑαυτῷ φάρμακον ἔχειν
1. δυνάμενον, εἰκὸς δήπου τὸν ἐν τοῖς ἐντέροις γιγνόμενον οὐ
2. μόνον τῷ μηδὲν ἔχειν δύνασθαι παντὸς ὁμιλοῦν φάρμακον
3. ἑαυτῷ, ἀλλὰ καὶ τῶν τῆς τροφῆς περιττῶν ἀεὶ ψαυόντων
4. αὐτοῦ παντάπασιν ἀνίατον μένειν.