Galenus. In Hippocratis Aphorismos commentaria (In Hipp. Aphor. comm.) [n° 101 Fichtner] [GalLat]

Εἰς τοὺς ἀφορισμοὺς Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Aphorismes d’Hippocrate
Commentary on Hippocrates’ ‘Aphorisms’ (Hipp. Aph. comm.)
Savino, 2020.
Hippocratis Aphorismi et Galeni in eos commentarii, 1827, vol. 17b-18a, p. 345-887 1-195. urn:cts:greekLit:tlg0057.tlg092.verbatim-lat1
Savino, 2020 (ita).

Hippocratis Aphorismi et Galeni in eos commentarii, 4.25, ed. Kühn, 1827, vol. 17b, p. 689-691. urn:cts:greekLit:tlg0057.tlg092.1st1K-grc1:4.25


7. Αἷμα ἄνωθεν μὲν ὁκοῖον ἂν ᾖ, κακὸν, κάτω δὲ ἀγαθὸν, τὰ
8. μέλανα ὑποχωρέοντα κακόν.

10. Ἐν τοῖς ἔμπροσθεν ἀφορισμοῖς ὁ λόγος αὐτῷ γέγονε
11. περὶ τῶν διὰ τοῦ στόματος ἢ τῆς ἕδρας ἐκκρινομένων, ὥστε
12. καὶ κατὰ τόνδε τὸν προκείμενον ἀκούσωμεν αὐτοῦ λέγοντος,
13. ἄνω τὴν διὰ τοῦ στόματος ἔκκρισιν μόνην ἄνευ τοῦ
14. περιλαμβάνεσθαι τὴν διὰ τῶν ῥινῶν. ταύτην οὖν φησι διὰ
15. παντὸς εἶναι κακὴν, ὁποῖον ἂν ᾖ τὸ αἷμα ἐκκρινόμενον,
16. τουτέστιν ἄν τε ἀφρῶδες ἄν τε ἐρυθρὸν ἄν τε ξανθὸν ἄν
17. τε μέλαν ἄν τε ὑδατῶδες ἄν τε παχύ. κάτω γὰρ ὑπέρχεσθαι
18. βέλτιον εἶναί φησιν αὐτό. οὔκουν οὐδ’ ἐνταῦθα τρόπον
1. αἱμοῤῥαγικὸν, ἀλλὰ κατὰ βραχὺ συῤῥέον, ὥστε ἐν τῷ
2. βραδεῖ τῆς διεξόδου μελανθῆναι. αὐτὸ μὲν οὖν τὸ συῤῥεῖν
3. ὅλως εἴς τι τῶν ἐντέρων αἷμα φαῦλον εἶναι χρὴ νομίζειν.
4. ἄμεινον δ’ ὀλίγον ἤπερ ὅταν αἱμοῤῥαγικῶς ἐκκρίνηται πάμπολλα.
5. διὸ καὶ τὸ ἀγαθὸν ὡς οὐ κυρίως εἰρημένον ἀκούειν
6. προσῆκον, ἀλλ’ ἐν ἴσῳ τῷ ἄμεινον ὡς εἰ καὶ οὕτως εἴρητο.
7. κάτω δὲ ἄμεινον τὰ μέλανα χωρέοντα, τῷ γὰρ ὄντι τοῦτ’
8. ἂν ἕλοιτό τις πρὸ τοῦ διὰ στόματος ὁπωσοῦν ἀναφέρεσθαι
9. τὸ αἷμα. τουτὶ μὲν οὖν ἄν τις εἴποι, διαλυόμενος τὴν μάχην
10. τῶν λόγων τοῦ παλαιοῦ, νυνὶ μὲν εἰπόντος, ἀγαθὸν
11. εἶναι κάτω ὑποχωρεῖν τὰ μέλανα, μικρὸν δ’ ἔμπροσθεν κάκιστον
12. ὑπάρχειν. ἐγχωρεῖ δὲ καὶ οὕτως ἀκοῦσαι τὰ μέλανα,
13. καθάπερ αὐτὸς ἐπὶ τῶν αἱμοῤῥοΐδων ἐν ἐπιδημίαις ἔλεγεν
14. ὡς ἰωμένων τὰ μελαγχολικὰ πάθη. τῷ γὰρ ὄντι μελαγχολίας
15. ἤδη γεγενημένης ἴαμα μέγιστόν ἐστιν αἱμοῤῥοῒς, μελλούσης
16. ἔσεσθαί γε κώλυμα. τοιγαροῦν οὕτως ἀκουόντων
17. ἡμῶν ὁ λόγος ἔσται τοιοῦτος, ἄνω μὲν ὁποῖον ἂν
1. ᾖ, κακὸν, κάτω δὲ δι’ αἱμοῤῥοΐδων ἀγαθὸν, ὅταν ἐκκενοῖ τὰ
2. μέλανα, τουτέστιν ὅταν ἡ φύσις τοῦ ἀνθρώπου πολὺν τὸν
3. τοιοῦτον ἀθροίζῃ χυμόν. ἄλλως δὲ οὐκ ἐπιτρεπτέον ἐθίζεσθαι
4. τῇ τὴν δι’ αἱμοῤῥοΐδος κενώσει σφαλερὰν ἐχούσῃ
5. τὴν ἀμετρίαν ἑκατέρᾳ, ἔν τε τῷ περαιτέρω τοῦ προσήκοντος
6. ἐκκρίνεσθαι κἀν τῷ παντάπασιν ἴσχεσθαι.

Cliquer un n° de page pour en afficher l’image